1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

τελευτὴν εἶπε τοῦ Ὀζίου· ["Ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου."] Ἀλλὰ πάλιν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐνταῦθα ἰδεῖν ἔστιν. Ἀπέθανεν ὁ ἀκάθαρτος καὶ κατηλλάγη Θεὸς τοῖς ἀνθρώποις. ∆ιὰ τί, μὴ ὄντων κατορθωμάτων, ἐγένετο, ἀλλὰ τῷ ἀποθανεῖν αὐτόν; Ὅτι φιλάνθρωπός ἐστι καὶ οὐκ ἀκριβολογεῖται ἐν τοῖς τοιούτοις· ἓν ἐζήτει μόνον, ἵνα ὁ ἀκάθαρτος ἐξέλθῃ. Ταῦτα τοίνυν εἰδότες, ἀπόνοιαν διώξωμεν, ταπεινοφροσύνην ἀσπασώμεθα, τὴν εἰωθυῖαν δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5.τ Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου

5.1 Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν λοιπὸν ἐπιθῶμεν τῷ λόγῳ, μήποτε καὶ ἡμεῖς καταγελασθῶμεν, καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων καὶ περὶ ἡμῶν εἴπῃ· "Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ." Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων ἀναλαβῶμεν, ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ τὸ πνευματικόν, ἀλλὰ τὴν οἰκείαν ὄψιν ἀπολαβὼν γνώριμος γένηται τοῖς θεαταῖς. Ἔσται γὰρ τὰ αὐτὰ τοῖς μὲν ἀκηκοόσιν ὑπόμνησις, τοῖς δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας ὤλισθεν· σήμερον δὲ ἀναγκαῖον εἰπεῖν πῶς εἰσῆλθεν εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ παρεὶς τῆς τελευτῆς ἐμνημόνευσεν, οὑτωσὶ λέγων· "Τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Τοῦτο γάρ ἐστιν, δι' ὃ πᾶσαν ἐξ ἀρχῆς τὴν ἱστορίαν ἐκινήσαμεν· ἀλλὰ προσέχετε ἀκριβῶς. "Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ." Τίς ὁ τρόπος τῆς ἀδικίας; "Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος." Ὢ τῆς τόλμης, ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων κατετόλμησεν, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή, καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας· οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. ∆ιὸ χρὴ συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ' εἰς αὐτὴν τὴν ἀνωτάτω πάντων ἀρχὴν παρηνόμησεν. Ἱερωσύνη γὰρ καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέρα καὶ μείζων ἐστὶν ἀρχή. Μὴ γάρ μοι τὴν ἁλουργίδα εἴπῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ. Σκιὰ πάντα ἐκεῖνα καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐτελέστερα. "Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου", κἂν αὐτὴν λέγῃς τὴν βασιλικήν. Μὴ δὴ ταῦτά μοι