1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν· ἴστε γὰρ σαφῶς τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν.

γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ πλέον οὐδὲν ἀπῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λόγον οὐδένα ἔχω· ἀλλ' ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος ὢν κολάσει καὶ τιμωρίᾳ, οὕτω δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας, Μηδεὶς τοίνυν ἁπλῶς μηδὲ ἠμελημένως ἀκουέτω τῶν λόγων τῶν πνευματικῶν· οὐδὲ γὰρ εἰκῆ καὶ μάτην μακρὰ ποιοῦμαι τὰ προοίμια, ἀλλ' ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων τὴν φυλακὴν, ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ' ὑμῶν ἐπαίνων, ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις ἀπεδυσάμεθα, ἀλλ' ἐπὶ τὸν παρὰ τοῦ ∆εσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον λαβεῖν. ∆ιὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς· οὕτω καὶ τῶν νοημάτων ὅσῳπερ ἂν ἐν τῷ βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν πραγμάτων ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ' οὐχὶ πάντα ἂν ὑπέμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα 51.101 ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων· οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν καταβαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς. Τί οὖν τὸ ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην; ἢ καὶ τοῦτο τάχα ἐπιλέλησθε; Οὐκοῦν ἀνάγκη παρ' ἡμῶν ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι τὸ γραμματεῖον, δι' οὗ καὶ τὴν προτέραν καταβολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων τὰ λειπόμενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ' ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ' αὐτὸς διηκόνησε τοῖς εἰρημένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ' οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας. Ἀνάγκη λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν. Τάχα γὰρ