1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

26

πάντων ψυχὴν τὴν λογικὴν εἰκότως φησὶ γνωρίζειν ἑαυτὴν ἐν πᾶσι τοῖς οὖσιν. Ὁρᾷ δὲ ἡ ὄψις κατ' εὐθείας γραμμάς, αἰσθάνεται δὲ κατὰ πρῶτον μὲν λόγον τῶν χρωμάτων, συνδιαγινώσκει δὲ αὐτοῖς καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα καὶ τὴν χώραν ἔνθα ἐστὶ καὶ τὸ διάστημα καὶ τὸν ἀριθμὸν κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν εἴτε ὑδατῶδες εἴτε γεῶδές ἐστιν, οἷον ὑγρὸν ἢ ξηρόν. τὸ μὲν οὖν ἴδιον αὐτῆς αἰσθητόν ἐστι τὸ χρῶμα· διὰ μόνης γὰρ τῆς ὄψεως τῶν χρωμάτων ἀντιλαμβανόμεθα· εὐθέως δὲ σὺν τῷ χρώματι καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸν τόπον ἐν ᾧ τυγχάνει ὂν τὸ ὁρώμενον, καὶ τὸ διάστημα τὸ μεταξὺ τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου. ὁπόσαις γὰρ τῶν αἰσθήσεων συνεμφαίνεται καὶ τὸ σῶμα, ταύταις εὐθέως καὶ ὁ τόπος συνδιαγινώσκεται, ὡς τῇ ἁφῇ καὶ τῇ γεύσει· ἀλλ' αὗται μὲν τότε μόνον ὅταν προσπελάσωσι τῷ σώματι συναισθάνονται, πλὴν τῶν ἑξῆς διορισθησομένων· ὄψις δὲ καὶ πόρρωθεν. ἐπεὶ δὲ πόρρω θεν ἀντιλαμβάνεται τῶν ἰδίων αἰσθητῶν ἀναγκαίως ἐπηκολούθησε τὸ μόνην ὁρᾶν καὶ τὸ διάστημα, τὸ δὲ μέγεθος τότε μόνην διαγινώσκειν ὅταν τὸ φαινόμενον δύνηται διὰ μιᾶς προσβολῆς περιλαβεῖν. ἐν οἷς δὲ μεῖζόν ἐστι τὸ ὁρώμενον ἢ κατὰ μίαν προσβολὴν περιλαμβάνεσθαι, ἐν τούτοις ἡ ὄψις δεῖται καὶ τῆς μνήμης καὶ τῆς διανοίας. κατὰ μέρος γὰρ αὐτὸ θεωμένη καὶ οὐχ ὑφ' ἓν ὅλον, ἀναγκαίως εἰς ἕτερον ἀφ' ἑτέρου μεταβαίνει, καὶ τὸ μὲν ἐμπῖπτον ἀεὶ κατὰ τὴν μετάβασιν αἰσθητόν ἐστι· τὰ δὲ ἔμπροσθεν ἑωραμένα ἡ μνήμη διαφυλάττει. συνάγει δὲ ἀμφότερα ἡ διάνοια τό τε αἰσθητὸν καὶ τὸ μνημονευτόν. τοῦ μὲν οὖν μεγέθους διχῶς ἀντιλαμβάνεται, ποτὲ μὲν μόνη, ποτὲ δὲ μετὰ μνήμης καὶ διανοίας· τοῦ δὲ ἀριθμοῦ τῶν ὁρωμένων τοῦ ὑπὲρ τρία ἢ τέσσαρα, τοῦ κατὰ μίαν προσβολὴν μὴ ὁρωμένου, καὶ τῶν κινήσεων καὶ τῶν σχημάτων τῶν πολυγώνων, οὐδέποτε μόνη, ἀλλ' ἀεὶ μετὰ μνήμης καὶ διανοίας. οὐ γὰρ δύναται τὰ πέντε καὶ ἓξ καὶ ἑπτὰ καὶ πλείω χωρὶς μνήμης συναγαγεῖν. οὕτως οὐδὲ τὰ ἑξάγωνα καὶ ὀκτάγωνα καὶ πολύγωνα σχήματα. καὶ ἡ κίνησις δὲ κατὰ μετάβασιν γινομένη τὸ μὲν ἔχει πρότερον τὸ δὲ δεύτερον. ἔνθα δὲ πρότερον ἐστὶ καὶ δεύτερον καὶ τρίτον, τοῦτο μνήμη μόνη διαφυλάττει· τὸ δὲ ἄνω καὶ κάτω καὶ τὸ ἀνώμαλον καὶ ὁμαλόν, ὡσαύτως δὲ καὶ τὸ τραχὺ καὶ λεῖον καὶ τὸ ὀξὺ καὶ ἀμβλὺ κοινὰ τῆς ἁφῆς καὶ τῆς ὄψεώς ἐστιν, ἐπειδὴ καὶ μόναι τὸν τόπον διαγινώσκουσι. χρῄζουσι δὲ καὶ διανοίας. μόνον γὰρ ἐκεῖνο, τὸ κατὰ μίαν προσβολὴν προσπῖπτον τῇ αἰσθήσει μόνης αἰσθήσεως ἔργον ἐστί· τὰ δὲ κατὰ πλείους οὐ μόνης, ἀλλὰ καὶ μνήμης μετὰ διανοίας, ὡς ἔμπροσθεν ἐδείχθη. τῶν δὲ διαφανῶν καὶ μέχρι τοῦ βάθους διϊκνεῖσθαι πέφυκεν ἡ ὄψις, ἀέρος μὲν πρώτως καὶ μάλιστα· ὅλον γὰρ διεξέρχεται· δεύτερον δὲ ὕδατος ἠρεμοῦντός τε καὶ καθαροῦ· τοὺς ἰχθῦς γοῦν νηχομένους ὁρῶμεν· ἧττον δὲ δι' ὑάλου καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων, δῆλον δέ, ὅτι πεφωτισμένων· καὶ ἔστι καὶ τοῦτο ἴδιον αὐτῆς. μὴ ἀπατήσῃ δέ τινας ὡς καὶ τῶν θερμῶν ἡ ἀντίληψις ὄψεώς ἐστιν, ἐπειδὴ τὸ πῦρ ὁρῶντες ἴσμεν εὐθέως ὅτι καὶ θερμόν ἐστιν· ἂν γὰρ ἐπὶ τὴν πρώτην ὄψιν ἀναγάγῃς τὸν λόγον εὑρήσεις ὡς τότε ὅτε πρῶτον ἡ ὄψις ἐθεάσατο τὸ πῦρ, μόνου τοῦ χρώματος καὶ σχήματος ἔσχεν τὴν ἀντίληψιν· προσελθούσης δὲ καὶ τῆς ἁφῆς ἐγνωρίσαμεν ὅτι καὶ θερμόν ἐστιν, ὅπερ διεφύλαξεν ἡ μνήμη παραλαβοῦσα παρὰ τῆς ἁφῆς· νῦν οὖν, ὅταν θεασώμεθα πῦρ, οὐδὲν ἄλλο βλέπομεν ἢ τὸ σχῆμα καὶ τὸ χρῶμα τοῦ πυρός· ἡ δὲ διάνοια συμπαραλαμβάνει τοῖς ὁρωμένοις διὰ τῆς μνήμης καὶ τὴν θερμότητα. ὁ αὐτὸς λόγος κἀπὶ τοῦ μήλου. εἰ γὰρ οὐχ ὑπὸ μόνου τοῦ χρώματος καὶ σχήματος εἰδοποιεῖται τὸ μῆλον, ἀλλὰ καὶ τῆς ὀσμῆς καὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος, οὐχὶ καὶ τούτων ἡ ὄψις ἀντιλαμβανομένη οἶδεν ὅτι μῆλόν ἐστιν· ἀλλ' ἡ ψυχὴ τὴν μνήμην ἀποσῴζει τὴν ἐκ τῆς ὀσφρήσεώς τε καὶ γεύσεως ἅμα τε τῷ θεάσασθαι συνεπινοεῖ καὶ ταῦτα τῷ σχήματι καὶ τῷ χρώματι. ὅταν οὖν κήρινον μῆλον νομίσωμεν ἀληθινὸν εἶναι μῆλον