27
6.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν προφήτην ∆ανιὴλ καὶ
εἰς τὴν Σωσάνναν 6.1.1 Ἀεὶ τοῦ πνεύματος ἡ χάρις ὑπερχεόμενον ἔχουσα τὸν πλοῦτον τῆς δωρεᾶς οὐκ ἀργεῖ τὰ ἑαυτῆς ὁπηνίκα καὶ οἷς ἂν ἐθέλῃ ἐπιδείκνυσθαι. Οἷα γὰρ ποταμὸς πεπληρωμένος τῶν εἰς ζωὴν ἁλλομένων ὑδάτων ἀπεναντίας τοῖς ὁρωμένοις τούτοις καὶ κατὰ γῆν, τὰς τῆς ἐνεργείας ἀφέσεις ἔχει χορηγουμένας. 6.1.2 Οὐ γὰρ ἐπιλείπει τὸ ῥεῖθρον αὐτῇ καθάπερ ἐκείνοις ἐνίοτε, οὐδ' ἀναβάσεις καὶ ὑποβάσεις ὥσπερ αὐτοὶ ἐπιδέχεται, οὐδὲ τὸ καὶ τὸ μέρος κατὰ τούτους περιλαμβάνει, ἀλλὰ καὶ πλήθει ἀεὶ καὶ πᾶσιν ἀρκεῖ· καὶ εἰς τοὺς μετόχους ὑπορρέουσα τοῦ πληρώματος οὐδὲν ἧττον μένει πεπληρωμένη, ἀλλὰ γὰρ καὶ οὕτω τὴν χάριν ἔχουσα δαψιλῆ οὐδὲ πρὸς ἡλικίας οἶδεν διαδίδοσθαι καὶ μερίζεσθαι. 6.1.3 Οὐ γὰρ ὄγκῳ σωμάτων τὰ ἀμέτρητα οἶδεν μετρεῖσθαι, ἀλλὰ ψυχῆς εὐγενείᾳ καὶ καθαρότητι συνέρχεσθαι τε καὶ ἐπιφαίνεσθαι. Καὶ διὰ τοῦτο νῦν μὲν συμπεριφέρεται ἀρτιγαλακτοτροφουμένῳ τῷ Σαμουήλ, νῦν δὲ τὸν ∆αβὶδ ἐκ τῶν ποιμνίων αὐτῶν προβάτων ἀναλαμβάνει τῶν ἀδελφῶν οἷς ἐδόκει παρεωρᾶσθαι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐκκρίνουσα. 6.1.4 Ἄλλον ἐξ ἀροτῆρος τῷ χρίσματι τελειοῖ καὶ μετ' ἐκείνους τὸν νῦν κείμενον εἰς ὑπόθεσιν, μακάριον καὶ τῷ ὄντι σοφὸν ∆ανιήλ, ἁπαλὸν ἔτι καὶ κομιδῇ νέον ὁμοῦ καὶ πρεσβυτέρων κριτὴν καὶ προφήτην καθίστησιν· ὃς εἰ καὶ τῆς βαρείας ἐκείνης ἔργον ἐγεγόνει αἰχμαλωσίας καὶ τῆς ἐνεγκούσης εἶχε τὴν Βαβυλῶνα καὶ ἐν ἀδόξοις ἐδόκει διὰ τῆς ὥρας τὸ ἀτελὲς καὶ ἀπαρρησίαστος διὰ τὸ ἐναπειλῆφθαι τοσούτοις κακοῖς, 6.1.5 ἀλλ' ἐκ τοῦ τὴν ἀρετὴν ἐπιφέρεσθαι καὶ φιλοσοφίᾳ στοιχειωθῆναι τὴν πρώτην αὔξησιν καὶ καρτερὸς εἶναι τὴν γνώμην καὶ ἐμβριθής, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τῶν γηραιῶν ἐκείνων καὶ καθεστηκότων ἔλεγχος ἐδείκνυτο καὶ κριτής. Ἀλλὰ μικρόν, εἰ δοκεῖ, πρὸς ἀρχὴν ἀναγαγόντες τὸν λόγον ἴδωμεν, ὅπως ὑψηλὸν καὶ μακάριον τὸ φίλον ὑπάρχειν Θεῷ. 6.2.1 Τῆς πόλεως τῆς Ἱερουσαλὴμ κατάκραν τῷ πολέμῳ παρὰ τῶν Ἀσσυρίων ληφθείσης οἱ τότε λαοὶ τῶν Ἑβραίων ἐπὶ Βαβυλῶνα διήχθησαν. Εἶχε δὲ καὶ τὸν μακάριον ∆ανιὴλ τῶν δορυαλώτων μειρακίων τὸ πλῆθος καὶ διήγετο ἐπὶ τῆς πολεμίας παῖς εὐκαταφρόνητος, κεκακωμένου δήμου μικρὸν καὶ πολλοστὸν ἐφόλκιον, οὔτε παρὰ τοῖς ὁμοφύλοις ἀφορμὴν ἔχων τοῦ φαίνεσθαι, οὔτε παρὰ τοῖς ἐχθροῖς ἀξιόλογον τοῦ πολέμου νομιζόμενος κέρδος· ἀφανής, ἄδοξος διὰ τὴν ἡλικίαν, διὰ τὴν συμφοράν· μόνῳ τῷ καλῶς βλέποντι καθορώμενος. 6.2.2 Θεὸς γὰρ μόνος ἔβλεπε τὴν καθαρὰν τοῦ νεανίσκου ψυχήν, ὥσπερ τινὰ μαργαριτὴν ἐν θαλαττίοις ὀστράκοις ἐνδεδεμένον ἢ χρυσὸν ἐν τοῖς κόλποις ἐνόντα τῆς γῆς· ὡς νύμφην εὐπρεπῆ τοῖς παραπεπτάσμασι τῆς παστάδος καλυπτομένην. Ἐπειδὴ δὲ ἦλθεν ὁ καθήκων καιρὸς καὶ ἔδει τὸν κρυπτόμενον φανῆναι, γνώριμον γενέσθαι τὸν ἀφανῆ, περίβλεπτον τὸν καταφρονούμενον, λάμψαι τὸν τῷ σκότῳ τῆς συμφορᾶς κεκρυμμένον, ὀλίγη τοῦ πνεύματος ἐπιφοίτησις καὶ πάντων ὁ ταπεινὸς ὑψηλότερος· 6.2.3 σοφὸς ὁ μὴ διαίρων τὸ στόμα· ἔλεγχος κρυπτομένων· κριτὴς δικαστῶν ὁ ἀπαίδευτος· ἐπὶ θρόνου καθήμενος ὑψηλοῦ ὁ μηδέπω μηδὲ ὑπηρέτης δικαστηρίων γενόμενος· σωφροσύνην συκοφαντουμένην ἐκδικῶν ὁ νέος, δῆμον πλανώμενον ἐπιστρέφων, ψῆφον πόλεως ὅλης κακῶς ἐνεχθεῖσαν ἀνακαλούμενος. 6.3.1 Ἠκούσατε γὰρ ἀρτίως τοῦ ἀναγνώσματος καὶ τῷ θαύματι πάντως κατέχεσθε τὴν ψυχήν. Κἀγὼ δὲ τὰ τῶν ἄλλων βιβλίων ἀφεὶς ὅσα οἱ ψαλμοὶ ἡμῖν ἐπωφελῶς μεθ'