27
ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεὸν, καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ πρὸς αὐτὸν μὲν οὐκέτι· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν, ἀλλ' ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκότα, δι' ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά· τοσαύτη ἦν ἡ τοῦ Θεοῦ τότε ὀργή. Ἄκουσον γοῦν τί φησι πρὸς τὸν ἐκείνου μαθητὴν περὶ τοῦ διδασκάλου· καὶ γὰρ καὶ τῷ μαθητῇ, καὶ ἑτέρῳ προφήτῃ, καὶ πᾶσιν ὑπὲρ τῶν ἐκείνου μᾶλλον διελέγετο κακῶν, ἢ ἐκείνῳ· οὕτως αὐτὸν εἰς τέλος ἀπέστραπτο. Τί δὴ οὖν φησι τῷ Σαμουήλ; Ἔγνω ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς· καὶ οὐχ οὕτως, καὶ μὴν ἐνουθέτησεν, ἀλλ' οὐδὲ 47.353 νουθεσίαν εἶναι τοῦτό φησιν ὁ Θεός· οὕτως αὐτῆς κατέγνω, ἐπειδὴ τὸ σφοδρὸν οὐκ εἶχε καὶ ἐπιτεταμένον. Ὥστε κἂν προνοῶμεν τῶν παίδων, μὴ τοσοῦτον δὲ ὅσον χρὴ, οὐδὲ πρόνοια τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδ' ἡ τοῦ Ἠλεὶ νουθεσία. Εἰπὼν δὲ τὸ ἔγκλημα, καὶ τὴν κόλασιν ἐπάγει μετὰ πολλῆς τῆς ὀργῆς· Ὤμοσα γὰρ, φησὶ, τῷ οἴκῳ Ἠλεὶ, εἰ ἐξιλάσεται ἡ ἁμαρτία τῷ οἴκῳ Ἠλεὶ ἢ ἐν θυμιάματι, ἢ ἐν θυσίαις ἕως τοῦ αἰῶνος. Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, καὶ ἀσύγγνωστον κόλασιν; Πάντως αὐτὸν, φησὶν, ἀπολέσθαι χρὴ, καὶ οὐκ αὐτὸν μόνον οὐδὲ τοὺς παῖδας, ἀλλὰ καὶ τὴν οἰκίαν ἅπασαν μετ' ἐκείνου, καὶ οὐδὲν ἔσται φάρμακον. ὃ τὴν πληγὴν ταύτην ἰάσεται· καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ τότε ἐκείνῳ, ἀλλ' ἦν ἅπαντα τὰ ἄλλα θαυμαστὸς, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ, ἐπειδὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτὸν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων κύριός εἰμι γνώμης; τῶν οἰκείων ἁμαρτημάτων ὀφείλω δίκας· οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον. Τούτων οὐδὲν οὔτε εἶπεν οὔτε ἐνενόησεν· ἀλλ' ὥσπερ οἰκέτης εὐγνώμων, καὶ ἓν μόνον εἰδὼς, τὰ παρὰ τοῦ ∆εσπότου εὐκόλως φέρειν, κἂν λυπηρὰ ὄντα τύχῃ, οὕτω τὰ πολλῆς γέμοντα φιλοσοφίας ἐφθέγγετο ῥήματα· Κύριος γὰρ, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστιν αὐτοῦ τὴν ἀρετὴν κατιδεῖν. Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδή τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν· ὡς δὲ προσέθηκεν ἐκεῖνος τῇ σφαγῇ ταύτῃ τῆς κιβωτοῦ τὴν ἁρπαγὴν τὴν ὑπὸ τῶν πολεμίων γενομένην, τότε δὴ σκοτωθεὶς ὑπὸ τῆς ἀθυμίας ὁ γέρων ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, ὅτι πρεσβύτης ἦν καὶ βαρὺς καὶ ἔνδοξος, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη. Εἰ δὲ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων γένους, τὸν ἐν χρόνοις πολιτευόμενον οὐ πολλὴν ἀπαιτοῦσιν ἀκρίβειαν, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ', ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα καὶ ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἔκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς ἐν χρόνοις γενομένους πολλῷ μείζονα ἀπαιτοῦσι φιλοσοφίαν, καὶ τῆς ἀρετῆς ἀποδέοντας τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ τοῖς βουλομένοις τοῦτο ποιεῖν ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τὰ ἔκγονα διακειμένους; Ἡ μὲν γὰρ ἐκείνων ὠμότης μέχρι δουλείας καὶ ἀναστατώσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος καὶ τῶν τοῦ σώματος ἕστηκε κακῶν, ὑμεῖς δὲ αὐτὴν καταδουλοῦτε τὴν ψυχὴν, καὶ καθάπερ τινὰ αἰχμάλωτον δήσαντες, οὕτω δαίμοσι πονηροῖς καὶ ἀγρίοις καὶ τοῖς ἐκείνων παραδίδοτε πάθεσιν.