1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

27

τῆς ἀφέσεως ἔχεται τῶν βελῶν, οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλήν, τῆς στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν' ὀρθήν τινα καὶ ἀπαρεμπόδιστον σαυτοῦ στηρίξας τὴν στάσιν εὔστοχα ἀφῇς κατ' ἐκείνου τὰ βέλη. Καὶ περὶ μὲν τῆς εὐχῆς ταῦτα· ἐπειδὴ δὲ πρὸς τῇ ῥᾳθυμίᾳ τῇ κατὰ τὰς εὐχὰς καὶ ἕτερόν τι πολλῆς ἀθυμίας γέμον ἐπενόησεν ὁ διάβολος, καὶ ταύτην ἀποτειχιστέον αὐτοῦ τὴν ἔφοδον. Τί τοίνυν ἐστὶν ὅπερ ἐκακούργησεν ὁ πονηρὸς δαίμων ἐκεῖνος; Ἰδὼν ὑμᾶς οὕτω καθάπερ ἓν σῶμα συνεσφιγμένους καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τοῖς λεγομένοις προσηλωμένους, καθεῖναι μέν τινας τῶν αὐτοῦ διακόνων τοὺς διὰ συμβουλῆς καὶ παραινέσεως ἀπάξοντας ὑμᾶς τῆς ἀκροάσεως οὐκ ἐτόλμησεν· ᾔδει γὰρ ὡς οὐδεὶς ὑμῶν ἀνέξεται τῶν ταῦτα συμβουλευόντων· λῃστὰς δέ τινας καὶ βαλαντιοτόμους ἐγκαταμίξας τῷ πλήθει, παρεσκεύασε παρὰ πολλῶν πολλάκις τῶν ἐνταῦθα συλλεγομένων χρυσίον, ὅπερ εἶχον ἀποδεδεμένον, ὑφελέσθαι· καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολλῶν ἐνταῦθα συνέβη. Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ. Καὶ γὰρ ὁ διάβολος τοῦτο κατεσκεύασεν, οὐχ ἵνα ὑμᾶς πενεστέρους ἐργάσηται, ἀλλ' ἵνα ἡ τῶν χρημάτων ἀπώλεια, εἰς ἀηδίαν ὑμᾶς ἐμβαλοῦσα πολλήν, τῆς προθυμίας ἀπαγάγῃ τῆς περὶ τὴν ἀκρόασιν. Ἐπεὶ καὶ τὸν Ἰὼβ τῶν χρημάτων ἐγύμνωσεν ἁπάντων, οὐχ ἵνα πενέστερον ἐργάσηται, ἀλλ' ἵνα γυμνώσῃ τῆς εὐσεβείας. Τὸ γὰρ σπουδαζόμενον ἐκείνῳ, οὐχὶ χρήματα ἀφελέσθαι-οἶδε γὰρ οὐδὲν τοῦτο ὄν-, ἀλλ' ἵνα διὰ τῆς τῶν χρημάτων ἀφαιρέσεως εἰς ἁμαρτίαν ψυχῆς ἐμβάλῃ· κἂν μὴ τοῦτο ἰσχύσῃ ποιῆσαι, οὐδὲν ἡγήσεται κατωρθωκέναι ποτέ. Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητέ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγήν, ὅτι τε οὐκ ἐδυσχέρανας καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ ὅτι σε ταπεινοῖ τῶν χρημάτων ἡ ζημία καὶ πείθει κατὰ τοῦ ∆εσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεόν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμούς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους καὶ πλείονα τὰ βραβεῖα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἐπειδὴ γὰρ ἀφελόμενοςαὐτοῦ τὰ χρήματα καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν. Ταῦτα οὖν καὶ ἡμεῖς εἰδότες ἓν μόνον φοβώμεθα, τὴν ἁμαρτίαν, τὰ δὲ ἄλλα γενναίως φέρωμεν, κἂν χρημάτων ζημία, κἂν νόσος σωμάτων, κἂν περιστάσεις πραγμάτων, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ἄλλο ὁτιοῦν ἐπάγηται δεινὸν ἡμῖν· τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς. Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα. Σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ' ἑκατονταπλασίονα ἅπαντα ἀπολήψῃ, ἂν φέρῃς γενναίως καὶ ζωὴν αἰώνιον κληρονομήσεις ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.