1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

27

φερόμενον, καὶ τοῦ βαστάζοντος τὴν ἀνδρείαν. Ἐπεὶ οὖν καὶ Παῦλος εἰσέρχεται σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω βασιλέως, ἀλλὰ τὸν σταυρὸν τοῦ ἄνω Χριστοῦ, καὶ προηγοῦνται οὐκ ἄνθρωποι, ἀλλ' ἄγγελοι, καὶ εἰς τιμὴν τοῦ βασταζομένου καὶ εἰς ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων ∆εσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου· πολλῷ μᾶλλον ἐπὶ τῶν τὴν οἰκουμένην ἐγχειρισθέντων καὶ τηλικοῦτον βασταζόντων ὄγκον δωρεῶν πάρεισιν αἱ δυνάμεις αἱ ἄνω. Οἱ μὲν οὖν παρὰ τῶν ἔξωθεν ταύτης ἠξιωμένοι τῆς τιμῆς, ἱμάτια περίκεινται καὶ περιαυχένιον κόσμον χρυσοῦν, καὶ πάντοθέν εἰσι λαμπροί· οὗτος δὲ ἅλυσιν ἀντὶ χρυσοῦ περικείμενος βαστάζει τὸν σταυρόν· οὗτος ἐλαυνόμενος, οὗτος μαστιζόμενος καὶ λιμώττων. 7.2 Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητέ. Καὶ γὰρ ὁ κόσμος οὗτος ἐκείνου πολλῷ βελτίων καὶ λαμπρότερος, καὶ Θεῷ φίλος· διὸ καὶ βαστάζων οὐκ ἔκαμνε. Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, ὅτι μετὰ δεσμῶν καὶ μαστίγων λαμπρότερος τῶν τὴν ἁλουργίδα καὶ τὸ διάδημα ἐχόντων ἦν. Ὅτι γὰρ λαμπρότερος, καὶ οὐ κόμπος τὰ εἰρημένα, ἐδήλωσεν αὐτοῦ τὰ ἱμάτια. ∆ιαδήματα μὲν γὰρ μυρία καὶ πορφυρίδας τοσαύτας ἂν ἐπιθῇς ἀρρωστοῦντι, οὐδὲ μικρόν τι τῆς φλογὸς ὑποτεμέσθαι δυνήσῃ· τὰ δὲ ἐκείνου σιμικίνθια ὁμιλοῦντα τοῖς σώμασι τῶν καμνόντων, πᾶσαν νόσον δραπετεύειν ποιεῖ, καὶ εἰκότως. Εἰ γὰρ λῃσταὶ τοῦτο ὁρῶντες τὸ σημεῖον οὐ τολμῶσιν ἐπελθεῖν, ἀλλ' ἀμεταστρεπτὶ φεύγουσι, πολλῷ μᾶλλον νόσοι καὶ δαίμονες ὁρῶντες ἐκεῖνο τὸ σημεῖον φεύγουσιν. Ἐβάσταζε δέ, οὐχ ἵνα αὐτὸς αὐτὸ φέρῃ μόνος, ἀλλ' ἵνα ἅπαντας τοιούτους ποιήσῃ καὶ διδάξῃ βαστάζειν· διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν· Ἃ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ πάλιν· Ἡμῖν ἐχαρίσθη, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τὰ μὲν γὰρ τοῦ παρόντος ἀξιώματα βίου τότε μείζονα φαίνεται, ὅταν εἰς ἕνα περιστῇ μόνον· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον· τότε μάλιστα λάμπει τὸ τῆς τιμῆς, ὅταν πολλοὺς τῆς προεδρίας ἔχῃ κοινωνούς, καὶ ὅταν ὁ μετέχων μὴ εἷς ᾖ, ἀλλὰ πολλοὺς ἔχῃ τοὺς τῶν αὐτῶν ἀπολαύοντας. Ὁρᾷς οὖν πάντας σημειοφόρους, καὶ ἕκαστον τὸ ὄνομα αὐτοῦ βαστάζοντα ἐνώπιον ἐθνῶν καὶ βασιλέων, αὐτὸν δὲ καὶ ἐνώπιον γεέννης, καὶ ἐνώπιον κολάσεως. Ἀλλ' οὐκ εἶπεν οὕτως· οὐ γὰρ ἠδύναντο ἐκεῖνοι βαστάζειν. 7.3 Εἶδες ὅσης ἐστὶν ἀρετῆς ἡ φύσις ἡ ἡμετέρα δεκτική; ὡς οὐδὲν ἀνθρώπου τιμιώτερον καὶ θνητοῦ μένοντος; Τί γάρ μοι τούτου μεῖζον ἔχεις εἰπεῖν; τί δὲ ἴσον; πόσων δὲ ἀγγέλων καὶ ἀρχαγγέλων οὐκ ἔστιν ἄξιος ὁ τοῦτο εἰπὼν τὸ ῥῆμα; Ὁ γὰρ ἐν σώματι θνητῷ καὶ ἐπικήρῳ πάντα ὑπὲρ τοῦ Χριστοῦ προδούς, ὧν κύριος ἦν, μᾶλλον δὲ ὧν οὐκ ἦν, -καὶ γὰρ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα προέδωκε, καὶ ὕψωμα καὶ βάθος καὶ κτίσιν ἑτέραν-, οὗτος εἰ ἐν ἀσωμάτῳ φύσει ἦν, τί οὐκ ἂν εἶπε; τί δὲ οὐκ ἂν ἔπραξε; Καὶ γὰρ καὶ τοὺς ἀγγέλους διὰ τοῦτο θαυμάζω, ὅτι κατηξιώθησαν τοιαύτης τιμῆς, οὐχ ὅτι ἀσώματοι ἔτυχον ὄντες· ἐπεὶ καὶ ὁ διάβολος ἀσώματός τέ ἐστι καὶ ἀόρατος, ἀλλ' ὅμως πάντων ἐστὶν ἀθλιώτερος, ἐπειδὴ τῷ ποιήσαντι προσέκρουσε Θεῷ. Ἐντεῦθεν καὶ ἀνθρώπους ἀθλίους εἶναί φαμεν, οὐχ ὅταν σάρκα περι κειμένους ἴδωμεν, ἀλλ' ὅταν μὴ εἰς δέον αὐτῇ χρωμένους· ἐπεὶ καὶ ὁ Παῦλος σάρκα περιέκειτο. Πόθεν οὖν τοιοῦτος ἦν; Καὶ οἴκοθεν, καὶ παρὰ Θεοῦ, καὶ διὰ τοῦτο παρὰ Θεοῦ, ἐπειδὴ οἴκοθεν· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός. Εἰ δὲ λέγοις· καὶ πῶς δυνατὸν ἐκείνους μιμήσασθαι, ἄκουσον τί φησι· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τοῦ Χριστοῦ γέγονε μιμητής,