1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

27

ἄλλ. ἐναπόθετε μόνον τὸν καρπὸν, καὶ μηδέπω συλλεγέντων αὐτῶν, πάλιν αὐτὴν κελεύει τὰ αὐτὰ ἐκφέρειν. Τί ἐστιν, Ἐφύλαξεν ἡμῖν; καθάπερ πατὴρ φιλόστοργος μέρος παιδίοις ἀεὶ διατηρεῖ, οὕτως καὶ αὐτὸς ἡμῖν τὸν ὑετὸν διατηρεῖ, καὶ οὐκ ἀναλίσκει τοὺς ὄμβρους ὁ πρῶτος χειμὼν, οὐδὲ ὁ δεύτερος, ἀλλ' ἀεὶ μένει καὶ ὑπολέλειπται. Αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα. Ἐπειδὴ περὶ πολλῆς εὐπραγίας διελέχθη. Ὅτε δὲ ταῦτα ἔλεγε, λιμοὶ, καὶ λοιμοὶ, ἵνα μὴ ἀνθυπενέγκωσι· καὶ μὴν οὐδὲ τούτων ἴσ. τοῦτον, ἢ τοῦτο ὁρῶμεν. Οὐ γὰρ, φησὶν, οὐ διὰ τὸ τὸν Θεὸν μεταβεβλῆσθαι, ἀλλὰ καὶ διὰ τὸ ταῖς ἁμαρτίαις ὑμῶν ἀποκρούσασθαι τὴν εὐεργεσίαν· ταῦτα ἃ λέγω, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμῶν. Μείζων γὰρ κηδεμονία μηδὲν δοῦναι λοιπὸν, ἢ δοῦναι· καθάπερ τῷ πυρέττοντι ὁ μὲν παρέχων πολεμεῖ, ὁ δὲ ἀποστερῶν φείδεται μόνον ἄλλ. μόνος. Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου. Ὡς ἀλόγοις ἐχρῶντο τοῖς ὁμοφύλοις. Ὁρᾷς ὡς οὐχὶ τὰ εἰς αὐτὸν ἁμαρτήματα ἐκδικεῖ μόνον, ἀλλὰ καὶ τὰ τοῦ πλησίον; κατ' ἀλλήλων ἐξεπολεμώθησαν, κατ' ἀλλήλων ἔστησαν ἀπὸ τῆς εὐπραγίας. Ὁρᾷς πῶς αὐτοῖς ἀπολογεῖται; Τοὺς εἰδωλολατροῦντας λέγει. Καὶ παῖδες ὡς δίκτυον ἰξευτοῦ. Τοὺς ἐπὶ προφάσει τὰ ἀλλότρια λαμβάνοντας διαβάλλει. Ἐπάγει γοῦν· Ἔστησαν διαφθεῖραι ἄνδρα, καὶ συνελάμβανον· ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου. Τουτέστιν, οὕτω μετὰ πονηρίας τὰ ἀλλότρια ἐλάμβανον· ἐπάγει γοῦν· Κρίσιν οὐκ ἔκριναν. Κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἔκριναν τὴν ὡραίαν καὶ τρυφεράν. Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ. Μάλιστα μὲν γὰρ πολλαχοῦ τὸ δίκαιον διώκειν δεῖ· ὅταν δὲ ἔχῃ τι καὶ ἐπαγωγὸν, ὁ ἀδικούμενος πρὸς ἔλεον, τὴν ὀρφανείαν, τὴν χηρείαν λέγω, τίς οὕτως ὠμὸς καὶ ἠλίθιος, ὡς μὴ ἂν βραβεῦσαι τῷ τοιούτῳ τὸ δίκαιον; ὅταν γὰρ ὃν ἐλεεῖν ἐχρῆν, τοῦτον μήτε τῶν δικαίων συγχωροίη μετέχειν, ποῦ ταῦτα ἀνεκτά; Ἔκστασις καὶ φρικτὰ ἐγενήθη. Ὅρα διὰ πάντων τὴν ἁμαρτίαν χωροῦσαν, οἱ μὲν 64.820 εἰργάσαντο τὰ πονηρὰ, οἱ δὲ ἐπῄνεσαν τὰ γεγενημένα. ∆ιὸ καὶ ὁ Παῦλος, οὐχὶ τοὺς τολμῶντας, οὐδὲ τοὺς ἐργαζομένους μόνον τὰ πονηρὰ, ἀλλὰ καὶ τοὺς εὐδοκοῦντας αὐτοῖς κολάζει. Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως. Ὅρα διὰ πάντων κεχυμένην τὴν κακίαν. Καὶ τί ποιῆσαι ἔδει τοὺς ἀρχομένους; οὐχὶ τοῖς ἄρχουσιν ἀκολουθῆσαι; οὐχὶ τοῖς διδασκάλοις πεισθῆναι; οὐδαμῶς, ἀλλ' ἐναντιωθῆναι. Νῦν δὲ οὐδὲ κατ' ἀνάγκην αὐτοῖς ταῦτα γέγονεν, ἀλλ' ἠγάπησαν οὕτως, οὐχὶ παρελογίσθησαν. Οὐχὶ τοὺς ἄρχοντας φοβούμενοι τούτοις ἐπείθοντο. Ἀλλὰ καὶ αὐτοὶ ταῦτα ἐφίλουν. Καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα; Ὅταν καιρὸς μετανοίας μηκέτι γένηται, ὅταν διόρθωσις πᾶσα ἀνῃρημένη ᾖ, ὅταν ἡ πρὸς τὰ βελτίω μεταβολὴ πᾶσα ἠφανισμένη.

ΚΕΦΑΛ.ʹ.

Σημήνατε σάλπιγγι, ὅτι κακὰ ἐκκέκυφεν. Ὅρα πῶς αὐτοῖς δίδωσι προθεσμίαν μετανοίας, τὸ, διέκυψέ ποθεν, ἐκ μέρους φαίνεται μόνον, καὶ οὔτε πάρεστιν, ὡς εἰς ἀπόγνωσιν ἐμβαλεῖν· οὔτε μὴν ἄπεστιν ἄλλ. ἀπέστη, ὡς ῥᾳθυμοτέρους ποιῆσαι. Ἀλλ' ἐν μέσῳ παρουσίας καὶ ἀπουσίας ἕστηκεν. Ἐξέκυψε τοῦ πλήρη φανῆναι τὰ κακά. Κύριοι λοιπὸν ὑμεῖς τοῦ πάντα πάλιν εἰς τὰ ὀπίσω ἀπελθεῖν, ὑμεῖς ἂν ἔχοιτε τὴν ἐξουσίαν. Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου. ∆ιατί; Ὅτι τούτοις πρὸς κακίαν ἐχρήσατο, τῷ κάλλει πρὸς πορνείαν, τῷ ὕψει πρὸς ἀλαζονείαν. Τουτέστιν, ὡραία καὶ τρυφερά. Ὡραίαν δὲ λέγει διὰ τὸν νόμον, καὶ τὴν ἱερατείαν, καὶ τὰ λοιπά. Τρυφερὰν δὲ, διὰ τὸ κρείττονα τῶν πολεμίων ἀεὶ δείκνυσθαι τῇ τοῦ Θεοῦ συμμαχίᾳ. Εἰς αὐτὴν ἥξουσι ποιμένες. Τοῦτο ἐρημίας μέν ἐστι σύμβολον· ἐξέβη δὲ καὶ ἐπὶ τῶν ἀποστόλων. Κύκλῳ, τὰς Ἐκκλησίας