1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

μέμνησθε ὅτι καὶ τοῦτο τότε ὑπεσχόμεθα ἐρεῖν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς καιροὺς ἡμῖν τούτους παρετήρησαν οἱ Πατέρες, ἀλλὰ μετά τινος λόγου σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ' ἵνα τῇ τῶν ἀσθενεστέρων πτωχείᾳ συγκαταβάντες, ἐπὶ τὸν πλοῦτον τῆς γνώσεως αὐτοὺς ἀναγάγωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ τῆς παρατηρήσεως ὑποβάλλοντες, ἀλλὰ τοῖς ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Σὺ δὲ οὐ παρατηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς; Τί οὖν; εἰ ἴδωμεν τὸν κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηροῦντα ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται ἑαυτῷ, καὶ φιλονεικεῖ; Μὴ γένοιτο! ἀλλ' ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγκαταβαίνει διὰ τῆς παρατηρήσεως πρὸς ἐκείνους. Οὕτω καὶ ἰατροὶ ποιοῦσι, τῶν σιτίων τῶν διδομένων τοῖς νοσοῦσιν ἀπογεύονται πρότερον, οὐκ αὐτοὶ δεόμενοι τῶν σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας ἀπαλλάξῃ τῆς ἀσθενείας τῆς κατὰ τὴν παρατήρησιν. Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ, κατεπλεύσαμεν εἰς Μίλητον. Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς, τὴν ἡμέραν τῆς Πεντηκοστῆς παρετήρει;

δʹ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ' ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. ∆ιὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖοςγένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν