1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

27

οὐχ ἡ ὄψις ἐστὶν ἡ ἐξαπατωμένη ἀλλ' ἡ δίανοια. ἡ γὰρ ὄψις ἐν τοῖς ἰδίοις αἰσθητοῖς οὐ διεσφάλη· τό τε γὰρ χρῶμα καὶ τὸ σχῆμα συνεῖδεν. αἱ μὲν οὖν τρεῖς τῶν αἰσθήσεων, ἥ τε ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις τῶν ἔξωθεν καὶ μὴ προσπελαζόντων ἀντιλαμβάνονται διὰ μέσου τοῦ ἀέρος· ἡ δὲ γεῦσις οὐκ ἄλλως αἰσθάνεται ἐὰν μὴ προσομιλήσῃ τῷ αἰσθητῷ· ἡ δὲ ἁφὴ ἐπαμφοτερίζει· καὶ γὰρ πλησιάζουσα τοῖς σώμασιν καὶ διὰ μόνης ἔσθ' ὅτε ῥάβδου. ποτὲ μὲν οὖν ἡ ὄψις τῆς ἐπιμαρτυρίας χρῄζει τῆς τῶν ἄλλων αἰσθήσεων, ὅταν ᾖ τὸ φαινόμενον ἐπιτετεχνημένον πρὸς ἀπάτην, ὡς ἐπὶ τῆς γραφῆς· γραφικῆς γὰρ ἔργον ἀπατῆσαι τὴν ὄψιν ἐξοχαῖς οὐκ οὔσαις καὶ κοιλώμασιν, εἰ τὸ πρᾶγμα τοιαύτην ἔχει τὴν φύσιν· ἔνθα χρεία πρὸς διάγνωσιν μάλιστα μὲν τῆς ἁφῆς, ἔσθ' ὅτε δὲ καὶ τῆς γεύσεως ἢ ὀσφρήσεως, ὡς ἐπὶ τοῦ κηρίνου μήλου· ποτὲ δὲ καθ' ἑαυτὴν ἐναργῶς παρίστησι τὰ φαινόμενα ὅταν μὴ πόρρωθεν ὁρᾷ· τὸν γοῦν πύργον, τὸν τετράγωνον στρογγύλον ὁρᾷ πόρρωθεν· σφάλλεται δὲ καὶ ὅταν δι' ἀχλύος ἢ καπνοῦ βλέπωμεν ἤ τινος τῶν παραπλησίων τῶν ἐπιθολούντων τὴν ὄψιν. ὁμοίως καὶ ὅταν δι' ὕδατος κινουμένου· καὶ γὰρ ἐν τῇ θαλάσσῃ τὴν κώπην ὡς κεκλασμένην ὁρᾷ· ὁμοίως καὶ ὅταν διά τινος διαφανοῦς ὕλης βλέπῃ, ὡς ἐπὶ τῶν ἐσόπτρων καὶ τῆς ὑάλου καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων· ἢ ὅταν ὀξέως κινῆται τὸ ὁρώμενον· συνταράσσει γὰρ τὴν ὄψιν ἡ ταχεῖα κίνησις, ὡς στρογγύλα τὰ μὴ στρογγύλα βλέπειν καὶ ὡς ἑστῶτα τὰ κινούμενα· ἢ ὅταν ἡ διάνοια πρὸς ἄλλοις ἀσχολῆται, ὡς ἐπὶ τοῦ προθεμένου μὲν συντυχεῖν φίλῳ καὶ συντυχόντος μὲν παρελθόντος δὲ αὐτόν, τῷ τὴν διάνοιαν αὐτοῦ πρὸς ἑτέροις εἶναι. οὐκ ἔστιν δὲ οὐδὲ τοῦτο διαμάρτημα τῆς ὄψεως, ἀλλὰ τοῦ νοῦ. ἡ μὲν γὰρ εἶδεν καὶ ἀπήγγειλεν· ὁ δὲ νοῦς οὐ προσέσχε τοῖς ἀπαγγελθεῖσιν. τεσσάρων δὲ μάλιστα πρὸς ἐναργῆ διά γνωσιν ἡ ὄψις χρῄζει, ἀβλαβοῦς αἰσθητηρίου, συμμέτρου κινήσεως καὶ διαστήματος, ἀέρος καθαροῦ καὶ λαμπροῦ. 8 περὶ ἁφῆσ Ἕκαστον μὲν τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν καὶ τόπῳ τινὶ καὶ μορίῳ τοῦ σώματος περιέγραψεν· καὶ γὰρ ὀφθαλμοὺς δύο καὶ ὦτα δύο καὶ δύο πόρους τῆς αἰσθήσεως ἐν τῇ ῥινὶ πεποίηκεν καὶ γλώττας δὲ δύο πᾶσι τοῖς ζῴοις ἐνέφυσεν· ἀλλὰ τοῖς μὲν διῃρημένας ὡς τοῖς ὄφεσι, τοῖς δὲ συνημμένας καὶ συνηνωμένας ὡς τοῖς ἀνθρώποις· διὰ τοῦτο καὶ δύο τὰς προσθίους κοιλίας μόνας τοῦ ἐγκεφάλου πεποίηκεν, ἵνα ἐξ ἑκατέρας κοιλίας τὰ αἰσθητικὰ νεῦρα καταπεμπόμενα, διπλᾶ ποιῇ τὰ αἰσθητήρια. διπλᾶ δὲ αὐτὰ πεποίηκεν δι' ὑπερβάλλουσαν κηδεμονίαν· ἵνα τοῦ ἑτέρου παθόντος τὸ περιλειπόμενον σῴζῃ τὴν αἴσθησιν. ἀλλὰ τῶν μὲν πλείστων αἰσθητηρίων διαφθειρομένων οὐδὲν εἰς αὐτὴν τὴν ζωὴν καταβλάπτεται τὸ ζῷον· ἁφῆς δὲ ἀπολλυμένης συναπόλλυται καὶ τὸ ζῷον. ἁφὴ γὰρ μόνη τῶν αἰσθήσεων κοινὴ πάντων ἐστὶ τῶν ζῴων. πᾶν γὰρ ζῷον ἁφὴν ἔχει· τὰς δὲ ἄλλας αἰσθήσεις οὐ πάντα πάσας, ἀλλ' ἐνίας ἔνια· πάσας δὲ ἔχει τὰ τελειότερα. ἐπειδὴ τοίνυν ἐν τούτῳ τὸ ζῷον ἐκινδύνευε ζῷον εἶναι ἢ μὴ εἶναι, οὐχ ἓν μόριον ὁ δημιουργὸς ἀπεκλήρωσε τῇ ἁφῇ· ἀλλὰ πᾶν σχεδὸν τὸ σῶμα τοῦ ζῴου· πλὴν γὰρ ὀστῶν καὶ ὀνύχων καὶ κεράτων, συνδέσμων τε καὶ τριχῶν, καὶ ἄλλων τινῶν τοιούτων, πᾶν μόριον τοῦ σώματος τῆς ἁφῆς ἀντιλαμβάνεται. συμβέβηκεν οὖν ἕκαστον τῶν αἰσθητηρίων διπλᾶς ἔχειν αἰσθήσεις τὴν μὲν τῶν ἰδίων αἰσθητῶν, τὴν δὲ τῆς ἁφῆς, ὡς ἡ ὄψις· καὶ γὰρ τὰ χρώματα διακρίνει καὶ τῶν θερμῶν καὶ ψυχρῶν ἀντιλαμβάνεται· ἀλλὰ τούτων μὲν ὡς σῶμα, τῶν δὲ χρωμάτων ὡς ὄψις. ὡσαύτως δὲ καὶ γεῦσις καὶ ὄσφρησις καὶ ἀκοή. πῶς οὖν παντός ἐστι τοῦ σώματος ἡ ἁφή, εἴπερ ἀπὸ τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου λέγομεν εἶναι τὰς αἰσθήσεις; ἢ δῆλον ὅτι νεύρων καταπεμπομένων ἐξ ἐγκεφάλου καὶ διασπειρομένων εἰς πᾶν μόριον τοῦ σώματος ἡ τῆς ἁφῆς αἴσθησις προσγίνεται. ἐπειδὴ δὲ πολλάκις ὑπ' ἀκάνθης πληγέντες τὸν πόδα τῆς κεφαλῆς εὐθέως τὰς τρίχας φρίττομεν ὠήθησάν τινες τὸ πάθος ἢ τὴν αἴσθησιν τοῦ πάθους εἰς τὸν ἐγκέφαλον ἀναπέμπεσθαι καὶ