1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

28

ἡδονῆς ἐμελῴδησαν, ὅσα συνεβούλευσεν ὁ ἀπόστολος, ὅσα δεσποτικῶς ἐνομοθέτησεν ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος, ταύτῃ προσεκλίθην τῇ ἱστορίᾳ. Ἐπειδὴ δύο νεότητας βλέπω εὐδοκι μούσας, τὴν μὲν ἐν τῷ δικάζειν, τὴν δὲ ἐν τῷ κρίνεσθαι· καὶ τὸν μὲν ∆ανιὴλ ἐπὶ ταῖς ψηφοῖς κροτούμενον, Σωσάνναν δὲ ἐπὶ τῇ νίκῃ στεφα νουμένην τῆς σωφροσύνης. 6.3.2 ∆εῦτε τοίνυν, εἰ δοκεῖ, οἱ τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἀρετῆς, ἀνανεωσώμεθα τὴν παλαιὰν κρίσιν τῇ μνήμῃ· ἀρχαίᾳ σωφροσύνῃ τὴν νεάζουσαν ἐπὶ τοῦ παρόντος ἀκολασίαν ἐκκό ψωμεν στηλιτεύσαντες γῆρας μειρακιῶδες καὶ νεότητα πεπολιωμένην θαυμάσαντες. Ὦ πρεσβύται μιαροὶ καὶ ἄρχοντες τοῦ λαοῦ, μυρίων παιδαγωγῶν εἰς ἐπανόρθωσιν χρῄζοντες γάμων νόμῳ ζευχθέντων ἐπίβουλοι, σωφροσύνης ἐνεδρευταί, μηχανορράφοι δόλων, συκοφαντίας ταχεῖς εὑρεταί! 6.3.3 Ὑμεῖς ἦτε οἱ τὴν πορνείαν τοῖς χείλεσι κρίνοντες καὶ τὴν μοιχείαν καταδικάζοντες· οἱ τῶν ἄλλων ἰατροὶ καὶ τῆς νόσου γέ μοντες· οἱ κεκονιαμένοι τάφοι ἔνδον τῆς ἀκαθαρσίας πεπλησμένοι καὶ τὴν ἔξωθεν ἐπιφάνειαν καλλωπίζοντες. Οἱ ὑψηλοὶ καὶ ἐπὶ τῶν θρόνων τῶν δικαστικῶν προκαθήμενοι, ὅτε δὲ ἀκολασταίνειν προείλεσθε τοῖς λασίοις τῶν φυτῶν καὶ τοῖς θάμνοις ἐνέρποντες. 6.3.4 Ἐγέλα τότε βλέπων ὑμᾶς ὁ τῶν παραβάσεων εἰσηγητὴς καὶ τῶν κακῶν σύμβουλος, ὅπως οἱ ἐν κορυφῇ τοῦ λαοῦ, οἱ λογάδες καὶ ἔκκριτοι, ὡς τοιχωρύχοι τινὲς ἢ λῃσταὶ τῇ γῇ προσεσύρεσθε, ἵνα βλέψητε θέαν ἀκόλαστον· καὶ τοῖς θάμνοις ἐνεκρύπτεσθε κατὰ τὰς ἀλώπεκας, αἳ ἀπὸ τῶν συμφύτων καὶ ἐπισκίων τόπων τὰς κατοικιδίους ἐνεδρεύουσιν ὄρνιθας καὶ νενομέναις ἀπροόπτως ἐπιπηδῶσιν. 6.3.5 Ὢ τῆς ὁμοιοτρόπου κακίας, ἣν ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλοθρευτὴς ἀπ' ἀρχῆς εἰς τέλος ἐπιτηδεύει! Ἐν παραδείσῳ τὸ πρῶτον τοῦ ὑψηλοῦ ἀνθρώπου πτῶμα, ἐν παραδείσῳ καὶ νῦν οἱ γέροντες παρὰ τοῦ ὄφεως ἐνεργούμενοι τῆς ἀρχικῆς δόξης ἐκπίπτουσι, γίνονται δὲ ἀντὶ κριτῶν καταδεδικασμένοι, τῆς ζωῆς ἀλλό τριοι καὶ τῆς ἁμαρτίας ἐργάται. 6.3.6 Ἀλλ' ἐνταῦθα μὲν ἀνδρῶν ἐκράτησε, τῆς δὲ γυναικὸς ἡττήθη καὶ τὸ κοῦφον τῆς πρώτης ἀνθρώπου ἐπὶ τῆς Βαβυλωνίας οὐχ εὗρε νεάνιδος. Καὶ καλῶς ἂν εἴποι τις, ὡς οὐκ ἔστι Βαβυλὼν σύγχυσις διὰ Σωσάνναν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ, φυλακὴ σωφροσύνης, πόλις ἀνδρικῆς γυναικός, τόπος ἑορτῆς ἐπινικίου. 6.4.1 Ταύτην ἐγώ, τοὺς ἐν μέσῳ χρόνους ἀνελών, τῇ ὁμοιότητι τῆς ἀρετῆς πρὸς τὸν κόσμον Ἰωσὴφ ἄγω· ἵστημι δὲ τὴν εὐσχήμονα παρὰ τὸν σώφρονα τὴν τῷ Θεῷ φίλην παρὰ τὸν παῖδα τοῦ Ἰσραήλ. Ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις, τὸν ὑπὲρ τῆς σωφροσύνης, ἐπιτίθημι στέφανον· ὑπορρίπτω δὲ τοῖς ποσὶ τῶν νικησάντων τοὺς ἡττημένους· τῷ μὲν Ἰωσὴφ τὴν ἀκόλαστον Αἰγυπτίαν, τὴν δέσποιναν τοῦ ἐλευθέρου δούλου· Σωσάννῃ δὲ τοὺς ἀτίμους γέροντας. 6.4.2 Τίθημι τούτους παιδαγωγοὺς σωφροσύνης· τὴν μὲν τῆς γυναικείας, τὸν δὲ τῆς τῶν ἀνδρῶν νεότητος· λαμπτῆρας τῆς οἰκουμένης, ἄνθη τῆς ἀναστάσεως, μοιχῶν κριτάς, γάμων ἐνθέσμων φύλακας. Τέως δὲ περὶ μόνην ἀσχολήσωμεν τὴν ἱερὰν γυναῖκα τὸν λόγον· νῦν γὰρ ὁ Ἰωσὴφ ἐπεισόδιόν ἐστι καὶ παρενθήκη σωφροσύνης ὁ σώφρων. 6.5.1 Ἐπειδὴ γὰρ οἱ γέροντες, ὡς ἐνόμιζον, εἶχον τὴν θήραν εἴσω δικτύων, εἰσεπήδησαν δὲ ἐκ τῆς ἐνέδρας ὡς αὐτίκα ληψόμενοι, οὐχ εὗρον δειλὴν τὴν βελτίστην ἔλαφον, ἀλλ' ἀνθισταμένην καὶ αὐτοῖς καὶ τῷ δράκοντι τῷ τῶν γινομένων αἰτίῳὀφιοκτόνον δὲ ζῷον ἡ ἔλαφος· καὶ καλῶς εὗρεν ὁ λόγος τὴν εἰκόνα τοῦ ζῴου· παρεκάλεσαν, οὐκ ἠκούσθη σαν· ἠπείλησαν, οὐ κατέπληξαν. 6.5.2 Ἀμηχανοῦσι λοιπὸν οἱ δυσέρωτες καὶ δύο τοῖς μεγίστοις συνέχονται, ἀποτυχίᾳ τῆς ἐπιθυμίας καὶ φόβῳ τοῦ ἐλέγχου. Ῥάπτουσι δὲ συκοφαντίαν αἱ μιαραὶ κεφαλαὶ καὶ λύσιν τοῦ κακοῦ ἄλλο κακὸν ἐξευρίσκουσι καὶ μοιχείας κάλυμμα συσκευάζονται φόνον. Ἁμαρτωλὸς γάρ, ὅταν εἰς ἀρχὰς ἐμπέσῃ πλημμελημάτων, ὥσπερ σχοίνῳ τῇ ἀρχῇ καὶ τὰς ἀκολούθους ἀνομίας ἐφέλκεται. Καὶ γεννητικὰ τυγχάνει τῶν καλῶν τὰ καλά, τῶν δὲ φαύλων τὰ ὅμοια.