1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

28

πιστεύοντες." Ὅτι δὲ καὶ προῖκα δικαιούμεθα, ἀνάξιοι ὄντες, δι' ὑπερβάλλουσαν ἀγαθότητα τῆς Τριάδος, Παύλου πρὸς Ῥωμαίους διέδειξε λόγος· "Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ." Τῆς δωρεᾶς ταύτης μακαρίζων τοὺς ἀξιουμένους, ὁ μὲν Κύριος παρὰ Λουκᾷ ἔλεγεν πρὸς τοὺς μαθητάς· "Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν, ἃ 39.717 μεῖς βλέπετε, καὶ οὐκ ἴδον· καὶ ἀκοῦσαι, ἃ ἠκούσατε, καὶ οὐκ ἤκουσαν." Οἱ δὲ πνευματικοὶ μόνον οὐχὶ βλέπομεν καὶ ἀκούομεν, ἀλλὰ καὶ δωρεὰν ὑπὸ τοῦ ἁγίου Πνεύματος φωτιζόμεθα καὶ ἀπολαύομεν, σώματος Χριστοῦ μεταλαμβάνοντες καὶ πηγῆς ἀθανάτου γευόμενοι.

ΚΕΦ. ΙΕʹ. Ἐν πολλοῖς οὖν φαίνεται ἡ Γραφὴ, οὐχ ἥκιστα δὲ ἐπὶ τοῦ ἁγίου

βαπτίσματος, διὰ τὴν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν τῆς οὐσίας καὶ ἐνεργείας ταυτότητα, μόνου τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου αὐτοῦ σημάντρου, ἐν ᾧ κατασφραγιζόμενοι ἀναστοιχειούμεθα εἰς εἰκόνα τὴν πρώτην, μνημονεύουσα. Ἀσφράγιστον γὰρ πρόβατον, εὐάλωτον τοῖς λύκοις, οὐκ ἔχον τὴν ἀπὸ τῆς σφραγῖδος συμμαχίαν, οὐδὲ γιγνωσκόμενον ὁμοίως τῶν ἄλλων παρὰ τοῦ καλοῦ ἡμῶν Ποιμένος, ἐπειδὴ μηδὲ αὐτὸ γινώσκει τὸν πάντων Νομέα. Ἀποδείξεις δὲ τούτων εἰσὶν, ὡς ἡνίκα ὁ Σωτὴρ λέγῃ· "Ὅταν ἔλθῃ τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·" καὶ πάλιν· "Ὑμεῖς βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ." Καὶ ὡς ὅταν Παῦλος ἐπιστέλλῃ, πρὸς μὲν Κορινθίους· "Πάντες ἐν ἑνὶ σώματι εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι· καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν·" πρὸς δὲ Ἐφεσίους· "Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως·" καὶ πάλιν· "Ἐν ᾧ πιστεύσαντες ἐσφραγίσθημεν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ·" ὅπερ προφητεύων ἔψαλλεν ∆αυῖδ· "Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύ 39.720 ριε·" φῶς τοῦ θεϊκοῦ προσώπου τὸ Πνεῦμα εἰπών. Εἰ οὖν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἴσως σφραγιζόμενα καὶ βαπτιζόμεθα· ἄρα ἐν μιᾷ θεότητι καὶ βασιλείᾳ ἡ Τριάς. Οὐ γὰρ ἐπὶ κτίσμασιν ταῦτα δεχόμεθα, οὐδὲ ξυμπαραλαμβάνει ὁ Θεὸς κτίσματος ὄνομα τῷ ἑαυτοῦ, ἢ σφραγῖδα, ὡς μόνος σώζειν οὐ δυνάμενος. Μετερχόμενοι τοίνυν εἰς τὴν ὀρθοδοξίαν, κἂν τυχὸν ὦσιν βεβαπτισμένοι, βαπτίζονται μέν οὐ γὰρ λέγομεν ἀναβαπτίζονται, ἐπειδὴ μὴ ἔχουσι τὸ ἀληθὲς βάπτισμα· οἱ δὲ Εὐνομιανοὶ μὲν, διὰ τὸ μίαν κατάδυσιν ποιεῖσθαι, λέγοντες μόνον εἰς τὸν θάνατον τοῦ Κυρίου βαπτίζεσθαι· Φρύγες δὲ, διὰ τὸ μὴ εἰς τὰς τρεῖς ἁγίας ὑποστάσεις βαπτίζειν, ἀλλὰ πιστεύειν τὸν αὐτὸν εἶναι Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Χρίοντα; 39.721 δὲ οἱ ἀπὸ πάσης αἱρέσεως μετερχόμενοι, ἐπειδὴ οὐκ ἔχουσι τὸ ἅγιον χρίσμα. Ἐπίσκοπος δὲ μόνος τῇ ἄνωθεν χάριτι τελεῖ τὸ χρίσμα.

ΚΕΦ. Ιςʹ. Εὑρίσκομεν δὲ, ὅτι, καθάπερ τὴν τῶν Ἀζύμων ἡμέραν εἰς τιμὴν καὶ

δόξαν τοῦ ἁγίου καὶ τριποθήτου Πάσχα τοῦ Χριστοῦ τυπικῶς ἐπετέλουν Ἰσραηλῖται· οὕτω καὶ τὴν παρ' ἐκείνοις ἡμέραν τῆς Πεντηκοστῆς εἰς τιμὴν καὶ δόξαν τῆς σωτηρίου καὶ σεπτῆς ἐπιδημίας τοῦ ἁγίου Πνεύματος ἐν εἰκόνι ἑορτάζοντες ἐτύγχανον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ μυστικῶς διὰ τῆς ἑορτῆς τῶν Σκηνοπηγιῶν τὰς συνάξεις προηγόρευον τῶν ἁγίων Ἐκκλησιῶν καὶ μαρτυρίων, αἵτινες ἄγουσιν ἡμᾶς διὰ πίστεως καὶ καλλιεργίας ἐπὶ τὰς οὐρανίους σκηνάς· περὶ ὧν ὁ πήξας αὐτὰς ἔλεγεν· "Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν', ὅτε ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς οὐρανίους σκηνάς." Οὐ διέλιπεν γάρ ποτε ἡ παναπείρατος