28
ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις, ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. 341 27, 25 ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ συνάγαγε χόρτον ὀρεινόν Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς, ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. Ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. Οὕτω καὶ ὁ ∆αυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ «εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθεια» αὐτοῦ· καὶ πάλιν· «ὄρη σκιρτῶσιν ὡς κριοὶ καὶ βουνοὶ ὡς ἀρνία προβάτων» ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. ∆ιὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται ψυχὴ σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. Ὅτι δὲ πεδία καὶ ὁ ∆αυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστι μαθεῖν· «καὶ τὰ πεδία σου γάρ, φησίν, πλησθήσονται πιότητος»· καὶ πάλιν μετ' ὀλίγα· «καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσου-σιν»· ὕμνος δὲ καὶ κραυγὴ μόνῃ πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ.
342 28, 3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὥσπερ ὑετὸς λάβρος
καὶ ἀνωφελήσ Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσε-βείαις. 28, 4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχοσ Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ. Εἰ δὲ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. 344 28, 7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα αὐτοῦ Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ «διὰ τῆς παρα-βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει». Ἀσωτία γὰρ ψυχῆς ἐστι λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελού-μενοι· ἀσωτία δὲ νοῦ ἐστι ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. 345 28, 8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο-λέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. 346 28, 9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός. Καὶ ὁ Παῦλός φησιν· «προϊδοῦσα δὲ ἡ γραφὴ» τὸ μέλλον, ἀντὶ τοῦ ὁ τὴν γραφὴν δεδωκώς. 347 28, 13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται «Εἶπα· ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» 348 28, 15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ Εἰ «μακάριοί» εἰσιν «οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. 349 28, 16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης· ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. 350 28, 17