1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τό, μηδὲ εἴ τι διὰ τῶν ἐντολῶν κατορθωθῇ, κέρδος εἶναι, τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς 24.4 ἀπατηθεῖσι μὴ συμπαρούσης. διὰ τοῦτο συμβουλεύομεν τῆς ἁπλότητος τῶν πρώτων ῥημάτων τῆς πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ παραδεχομένους ἐν τῇ ψυχῇ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν· οὔτε γὰρ δυνατόν ἐστι τὸν πατέρα ἑαυτοῦ πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὑτοῦ τοῦ υἱοῦ τῷ πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος, οὔτε τὸ πνεῦμα ἓν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς πατρὸς ἢ υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ πνεύματος προσηγορίας ἐνάγεσθαι τὸν ἀκούοντα· ἀλλ' ἰδίως καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συνυπακούεται ἡ ἐνσημαινομένη ταῖς προσηγορίαις ὑπόστασις, καὶ τὸν πατέρα ἀκούσαντες τὴν τοῦ παντὸς αἰτίαν ἠκούσαμεν, τὸν δὲ υἱὸν μαθόντες τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς σύστασιν ἐδιδάχθημεν, τὸ δὲ πνεῦμα γνόντες τὴν τελειωτικὴν δύναμιν τῶν διὰ κτίσεως εἰς τὸ εἶναι παραγομένων ἐκ τοῦ 24.5 πατρὸς διὰ τοῦ υἱοῦ ἐνοήσαμεν. αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὸν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ' ἀλλήλων διακεχωρισμέναι εἰσί, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστίνἄφραστος γάρ ἐστι λόγῳ καὶ νοήματι ἄληπτοςεἰς ἑτερότητά τινα φύσεως οὐ διαμερίζεται· διότι τὸ ἀκατάληπτον καὶ ἀπερινόητον καὶ λογισμοῖς ἀπερίδρακτον ἴσον ἐστὶν ἐφ' ἑκάστου τῶν ἐν τῇ 24.6 τριάδι πεπιστευμένων προσώπων. ὁ γὰρ ἐρωτηθεὶς τί κατ' οὐσίαν ἐστὶν ὁ πατήρ, εὐγνωμόνως καὶ ἀληθῶς ὁμολογήσει τὸ ὑπὲρ γνῶσιν εἶναι τὸ ζητούμενον· ὡσαύτως καὶ περὶ τοῦ μονογενοῦς υἱοῦ οὐδενὶ λόγῳ τὴν οὐσίαν καταληφθῆναι δυνατὸν εἶναι συνθήσεται· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; ὁμοίως δὲ καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου τὸ ἴσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ κυρίου λόγος ἐνδείκνυται λέγων ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. 24.7 Ἐπειδὴ τοίνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφορὰν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτον τὸ δὲ ἧττον, ἀλλ' εἷς ἐπὶ τῆς τριάδος ὁ τῆς ἀκαταληψίας λόγος), διὰ τοῦτό φαμεν, αὐτῷ τῷ ἀλήπτῳ καὶ ἀκατανοήτῳ χειραγωγούμενοι, μηδεμίαν τῆς οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος διαφορὰν ἐξευρίσκειν ἐκτὸς τῆς τάξεως τῶν προσώπων καὶ τῆς τῶν ὑποστάσεων ὁμολογίας· τάξις μὲν γάρ ἐστιν ἐν τῷ εὐαγγελίῳ παραδοθεῖσα, καθ' ἣν ἐκ πατρὸς ἡ πίστις ἀρχομένη διὰ μέσου τοῦ υἱοῦ εἰς τὸ πνεῦμα τὸ ἅγιον καταλήγει· ἡ δὲ διαφορὰ τῶν προσώπων <ἐν> αὐτῇ τῇ τάξει τῆς τῶν ὑποστάσεων παραδόσεως φαινομένη οὐδεμίαν σύγχυσιν ἐμποιεῖ τοῖς δυναμένοις ἐπακολουθεῖν ταῖς σημασίαις τοῦ λόγου, ἰδίαν ἔννοιαν τῆς τοῦ πατρὸς προσηγορίας ἐμφαινούσης καὶ τοῦ υἱοῦ πάλιν καὶ τοῦ ἁγίου πνεύματος ἰδίαν, κατ' οὐδένα τρόπον τῶν σημαινο24.8 μένων ἐν ἀλλήλοις συγχεομένων. βαπτιζόμεθα τοίνυν, ὡς παρελάβομεν, εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον· πιστεύομεν δὲ ὡς βαπτιζόμεθασύμφωνον γὰρ εἶναι προσήκει τῇ ὁμολογίᾳ τὴν πίστιν. δοξάζομεν δὲ ὡς πιστεύομενοὐδὲ γὰρ ἔχει φύσιν μάχεσθαι τῇ πίστει τὴν δόξαν, ἀλλ' εἰς ἃ πιστεύομεν, ταῦτα καὶ δοξάζομεν. 24.9 Ἐπειδὴ τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἡ πίστις ἐστίν, ἀκολουθεῖ δὲ ἀλλήλοις ἡ πίστις ἡ δόξα τὸ βάπτισμα, διὰ τοῦτο καὶ ἡ δόξα οὐ διακρίνεται ἡ πατρὸς 24.10 καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη δὲ ἡ δόξα ἣν ἀναπέμπομεν τῇ ἰδίᾳ φύσει, οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ τῶν προσόντων τῇ μεγαλειότητι τῆς θείας φύσεως ἀγαθῶν ὁμολογία· οὐ γὰρ ἐξ ἡμετέρας δυνάμεως τιμὴν προστίθεμεν τῇ ἀτιμήτῳ φύσει, ἀλλὰ τὰ προσόντα ὁμολογήσαντες τὴν 24.11 τιμὴν ἐπληρώσαμεν. ἐπεὶ οὖν πρόσεστιν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων ἀφθαρσία ἀιδιότης ἀθανασία ἀγαθότης δύναμις ἁγιασμὸς σοφία, πᾶν νόημα μεγαλοπρεπές τε καὶ ὑψηλόν, ἐν τῷ λέγειν τὰ προσόντα ἀγαθὰ