1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

28

Ὅταν γὰρ μήτε αὐτοὶ παραινῆτέ τι πνευματικὸν, μή τε ἑτέρους βουλομένους τοῦτο ποιεῖν ἀφίητε, οὐδὲν ἕτερον ἢ τοῦτο ἐργάζεσθε. Καὶ μή μοι λεγέτω τις ὅτι πολλοὶ μειζόνως τοῦ Ἠλεὶ τῶν οἰ47.354 κείων ἀμελήσαντες παίδων οὐδὲν ἔπαθον οἷον ὁ Ἠλεί· ἔπαθον μὲν γὰρ καὶ πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, καὶ διὰ ταύτην τὴν ἁμαρτίαν. Πόθεν γὰρ ἄωροι θάνατοι; πόθεν νόσοι χαλεπαὶ καὶ συνεχεῖς, καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; πόθεν ζημίαι, πόθεν περιστάσεις, πόθεν ἐπήρειαι, πόθεν τὰ μυρία κακά; οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι οὐ στοχασμὸς τοῦτό ἐστιν, ἱκανὰ μὲν καὶ τὰ τοῦ πρεσβύτου πιστώσασθαι πάθη· ἐγὼ δὲ ὑμῖν καὶ λόγον ὑπὲρ τούτων ἐρῶ σοφοῦ τινος ἀνδρὸς τῶν παρ' ἡμῖν· περὶ γὰρ παίδων οὗτος διαλεγόμενος οὕτω πώς φησι· Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· εἰ μὴ ἔστι φόβος μετ' αὐτῶν Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν. Στενάξεις γὰρ πένθει ἀώρῳ, καὶ ἐξάπινα αὐτῶν συντέλειαν γνώσῃ. Πολλοὶ μὲν οὖν, ὅπερ ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ διέφυγον, ἀλλ' οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· πικροτέραν γὰρ ἀπελθόντες ἐκεῖ δώσουσι δίκην. Τίνος γὰρ ἕνεκεν, φησὶν, οὐκ ἐνταῦθα πάντες κολάζονται; Ὅτι ὥρισεν ἡμέραν ὁ Θεὸς, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· αὕτη δὲ οὔπω πάρεστιν ἡ ἡμέρα. Καὶ ἄλλως δὲ τοῦτο εἰ ἐγίνετο, προανάλωτο ἂν καὶ προανήρπαστο ἡμῶν ἅπαν τὸ γένος. Ἀλλ' ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι' ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν. Μὴ γὰρ, ἐπειδὴ προφήτην οὐ πέμπει νῦν οὐδὲ προαγορεύει τὴν τιμωρίαν, καθάπερ ἐπὶ τοῦ Ἠλεὶ, διὰ ταῦτα ἀναισθητῶμεν· οὐ γάρ ἐστι προφητῶν καιρὸς, μᾶλλον δὲ πέμπει καὶ νῦν. Πόθεν δὲ ἡμῖν τοῦτο δῆλον; Ἔχουσι, φησὶ, Μωσέα καὶ τοὺς προφήτας. Τὰ γὰρ πρὸς ἐκείνους εἰρημένα οὐχ ἧττον καὶ πρὸς ἡμᾶς εἴρηται, καὶ οὐχὶ τῷ Ἠλεὶ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἁμαρτάνουσιν ἐκείνῳ δι' ἐκείνου καὶ τῶν ἐκείνου διαλέγεται παθῶν. Οὐδὲ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, οὐδὲ ὁ τὸν ἐλάττονα ἁμαρτόντα οὕτω πανέστιον ἀνατρέψας, τοὺς χαλεπώτερα πεπλημμεληκότας ἀτιμωρήτους ἀφίησι.

δʹ. Καὶ γὰρ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι οὐ πολὺς αὐτῷ τοῦ πράγματος ὁ λόγος· πολλὴν γὰρ ὑπὲρ τῆς τῶν παίδων ἀνατροφῆς ποιεῖται σπουδήν. Ἐπιθυμίαν τε γὰρ τοσαύτην τῇ φύσει διὰ τοῦτο ἐνέσπειρεν, ἵνα ὥσπερ εἰς ἀνάγκην τινὰ ἄφυκτον τῆς περὶ τὰ τεχθέντα προνοίας καταστήσῃ τοὺς φυτευσαμένους αὐτά· νόμους τε εἰσήνεγκεν ὕστερον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν. Καὶ ἑορτὰς δὲ τιθεὶς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν. Περὶ γὰρ τοῦ Πάσχα διαλεχθεὶς ἐπήγαγε· Καὶ ἀπαγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ∆ιὰ τοῦτο ἐποίησεν ὁ Θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. Καὶ ἐπὶ τοῦ νόμου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ· περὶ γὰρ τῶν πρωτοτόκων εἰπὼν προστίθησι πάλιν· Ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων· Τί τοῦτο; ἐρεῖς πρὸς αὐτὸν, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. ∆ιὰ τοῦτο ἐγὼ θύω Κυρίῳ πᾶν διανοῖγον μήτραν ἀρσενικόν· 47.355 διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἅγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τιμῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐτοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γάρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον. τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως