28
καταστεῖλαι καὶ ἀπὸ τοσαύτης θρασύτητος εἰς δειλίαν καὶ ἀγωνίαν κατενεγκεῖν τὴν ἐσχάτην. Ἃ δὴ προορῶν ὁ Μωϋσῆς, καταβὰς εὐθέως, τάς τε πλάκας συνέτριψε, καὶ πρὸς τὸν Ἀαρὼν ἔλεγε· Τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐποίησας αὐτὸν ἐπίχαρμα τοῖς ἐχθροῖς·
3.6 Τοῦτο καὶ ὁ προφήτης οὗτος ποιεῖ, τὸν ἅγιον ἐκεῖνον μιμούμενος διπλῷ τῷ τρόπῳ. Οὐ γὰρ δὴ μόνον ἐνεκάλεσε τότε ὁ Μωϋσῆς, ἀλλὰ καὶ συναλγοῦντος προσωπεῖον λαβών, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν ἐκείνην. Οὕτω καὶ οὗτος ἀμφότερα ἐμιμήσατο λέγων· Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. Καὶ γὰρ κατηγόρησεν ἐκείνων, καὶ ὡς συναλγῶν τῷ δήμῳ ταῦτα ἔλεγε. Πράκτορας δὲ ἐνταῦθα δοκεῖ μὲν τοὺς ἀπαιτοῦντας λέγειν· ἐγὼ δὲ οἶμαι τοὺς ἅρπαγας, τοὺς πλεονέκτας αὐτῶν αἰνίττεσθαι· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τοὺς φορολογοῦντας. Ὅρα αὐτοῦ κἀνταῦθα τὴν σύνεσιν. Οὐ γὰρ τὸ πρᾶγμα ἐκβάλλει, ἀλλὰ τὴν ἀμετρίαν. Οὐ γὰρ εἶπεν· ἀπαιτοῦσιν, ἀλλά· Καλαμῶνται, τουτέστι, γυμνοῦσι τῶν ὄντων, ἀποστεροῦσιν ἁπάντων προσχήματι τῆς ἀπαιτήσεως. Ταύτην δὲ εἴρηκε τὴν λέξιν ἀπὸ μεταφορᾶς τῶν καλαμώντων. Καλαμᾶσθαι γὰρ λέγεται τὸ μετὰ τὸν ἀμητὸν τοὺς ἐκπεσόντας ἐκ τῶν θεριζόντων ἀστάχυας ἀναλέγεσθαι καὶ μηδὲν ὅλως ἐπὶ τῆς ἀρούρας ἀφιέναι· ὃ δὴ καὶ οὗτοι τότε ἐποίουν, ὁλόκληρα τὰ ὄντα ἁρπάζοντες καὶ γυμνοὺς ἀφιέντες αὐτούς. Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἐνταῦθα τῆς πλεονεξίας ἵσταντο, ἀλλὰ καὶ περαιτέρω προῆγον τὴν τυραννίδα, δούλους τοὺς ἐλευθέρους ποιοῦντες. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς. Ἐνταῦθά μοι τοὺς ψευδοπροφήτας αἰνίττεσθαι δοκεῖ ἢ τοὺς πρὸς χάριν αὐτοῖς διαλεγομένους, ὃ τῆς ἐσχάτης διαφθορᾶς αἴτιον γίνεται πανταχοῦ. Τὴν γοῦν ἐκ τούτου βλάβην δηλῶν ἐπήγαγε· Καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν· τουτέστιν, οὐκ ἐῶσιν ὀρθὰ βαδίζειν, διαστρέφοντες, ἐκλύοντες, ῥᾳθυμοτέρους ποιοῦντες. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν. Ἔτι τῷ αὐτῷ εἴδει ἐπιμένει τῆς διορθώσεως, ἀπὸ τοῦ δήμου πρὸς τοὺς γεγηρακότας καὶ τοὺς ἄρχοντας τρέπων τὴν ἐπιτίμησιν, καὶ φοβερώτερον μεταχειρίζων τὸν λόγον· αὐτὸν δὲ εἰσάγει τὸν Θεὸν δικαζόμενον καὶ καταδικάζοντα καὶ τὰ τῶν δήμων ἁμαρτήματα ἐγκαλοῦντα τοῖς ἄρχουσιν. ∆ιὸ καὶ λέγει· Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος. Ἐπειδὴ γὰρ εἰς ἐγκλήματα τὸν λόγον ἀνήλωσε, τοῖς δὲ ἀναισθήτως διακειμένοις τὸ μὲν ἐγκαλεῖσθαι οὐ σφόδρα βαρύ, τὸ δὲ κολάζεσθαι φοβερόν, φησίν, ὅτι οὐ μέχρι κατηγορίας τὰ πράγματα στήσεται, ἀλλὰ καὶ δίκη τοῖς ἁμαρτήμασιν ἕψεται, αὐτοῦ τοῦ μέλλοντος καταδικάζειν εὐθύνας λοιπὸν ἀπαιτοῦντος καὶ κρινομένου πρὸς τοὺς πεπλημμεληκότας. Ὃ καὶ τὴν συγκατάβασιν τοῦ Θεοῦ πολλὴν δείκνυσιν, ἀνεχομένου δικάζεσθαι μετ' ἐκείνων καὶ ἐντρεπτικὸν ποιεῖ τὸν λόγον, ὃ καὶ τοὺς νοῦν ἔχοντας εἰς μεγάλην ἀγωνίαν ἐμβαλεῖν εἴωθεν. Οὐκ ἐκείνης δὲ μόνον ἕνεκεν τῆς αἰτίας, ἧς ἔμπροσθεν εἶπον, πρὸς τοὺς ἄρχοντας καὶ τοὺς γεγηρακότας τρέπει τὸν λόγον, ἀλλὰ καὶ διδάσκων ἅπαντας, ὅτι βαρύτεραι τῶν ἀρχομένων τοῖς ἄρχουσιν αἱ εὐθῦναι. Ὁ μὲν γὰρ ὑπὲρ ἑαυτοῦ μόνον, ὁ δὲ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ δήμου, οὗ τὴν ἀρχὴν ἐγκεχειρισμένος τυγχάνει, παρέχει τὸν λόγον· καὶ οἱ πρεσβύτεροι δὲ οὐκ ἀπεικότως τοιαύτην ἀπαιτοῦνται τὴν ἀκρίβειαν. Ὅπερ γὰρ ἐκείνοις ἡ ἀρχή, τοῦτο τούτοις ἡ ἡλικία. Ἄξιος μὲν γὰρ καὶ ὁ νέος ἐπιτιμήσεως δεινὰ ἁμαρτάνων· ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκολάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ