28
οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου· ἐγὼ δὲ ἀξι εραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς ὑπὲρ χρυσίον καὶ λίθον πολυτελῆ. Τῶν γὰρ τιμίων λίθων τοπάζιον· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας τοὺς λίθους. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν χρόνον τοῦτον προτιμᾶσθαι τῶν ἄλλων λίθων. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὑπεμφαίνει δὲ ὁ λόγος, ὑπὲρ πάντα πλοῦτον, καὶ τὸν καθ' ὅλου, καὶ τὸν ἐκ μέρους, ἀγαπᾷν τὰς ἐντολάς. Τοῦτο γὰρ τελειότης Χριστιανοῦ· ἔφη γὰρ ὁ Κύριος· Ὅτε ἂν τὰς ἐντολάς μου τηρῆτε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατ ωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ γὰρ πό θος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς κατ ορθῶν, πάντως καὶ ὁδὸν ἄδικον μισεῖ. Ὅστις γὰρ ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάν των ἔνοχος. Ὁ γὰρ εἰπὼν, μὴ φονεύσῃς, εἶπε καὶ, μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, μὴ ἀδικήσῃς, εἶπε καὶ, μὴ λοιδορήσῃς· καὶ ὁ εἰπὼν, μὴ ψεύσῃ, εἶπε καὶ, μὴ ὀμό σῃς. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ἡ ψυχή μου. Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ καὶ ἱκανὰ κατα θέλξαι καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πῶς τοίνυν οὐκ εἰσὶ θαυμαστά; Ὁδηγοῦσι γὰρ πρὸς βίον κατωρθωμένον καὶ σεμνὸν, καὶ πολιτείαν ἐνάρετον, πρὸς σωφροσύνην καὶ ἐγκράτειαν, πραότητα καὶ μακρο 55.700 θυμίαν, ἐλεημοσύνην, δικαιοσύνην καὶ ἀγαθωσύνην. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης καυχᾶται ἐρευνῆσαι αὐτὰ, οὐχὶ τῷ στόματι λαλεῖν, τὴν δὲ διάνοιαν ῥέμβεσθαι· ἀλλ' ὥσπερ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾷν προσετάχθημεν, οὕτως αὐ τοῦ καὶ τὰς ἐντολὰς ποθεῖν καὶ πράττειν ἐδιδάχθημεν. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν, καὶ ἅπαντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. Τῶν εὐαγγελικῶν δὲ λόγων ἡ δήλωσις φωτίζει οὐ μόνον τοὺς τελείους, ἀλλὰ καὶ τοὺς ἐλλιπὲς ἔχοντας. ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λόγος. Ἔφη γὰρ ὁ Κύριος Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, περὶ τῶν ἀποστόλων λέγων· τῇ γὰρ κακίᾳ αὐτοὶ ἐνηπίαζον. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθησα. Στόμα ἐνταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν· αὐτὴ γὰρ ἕλκει τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ὁ θεῖος ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε· καὶ αὐτὸς δὲ ὁ προφήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Κύριος δώ σει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Τοῦτο δὲ καὶ ἐνταῦθα ἔφη Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Γλιχόμενόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος, τῆς σῆς ἠξίωσας χάριτος. Οἱ μὲν οὖν ἐπιποθοῦντες τὰς ἐν τολὰς τοῦ Θεοῦ, ἀνοίγοντες τὸ στόμα πληροῦσι Πνεύμα τος. Καὶ ∆αυῒδ ἐπιποθῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, τῆς προφητικῆς χάριτος ἠξίωται, καὶ πλατύνας τὸ στόμα, ἐπλήρωσε Πνεύματος. Τοῖς δὲ ἀπειθοῦσι τὰς ἐντολὰς τοῦ Θεοῦ εἴρηται· Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ· καὶ, Πολ λαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐξ ὧν, ἀδελφοὶ, προσ έχοντες τῇ τῶν λαλουμένων διηγήσει, ῥυσθείητε τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ ἀντιλήψει, καὶ σώσῃ ὑμᾶς· Κύριος ὁ Θεὸς καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἀμὴν, γένοιτο· ᾧ πρέπει δόξα καὶ ἡ τιμὴ νῦν, καὶ εἰς τοὺς αἰῶνας.
ΣΤΑΣΙΣ Γʹ. Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ