1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

28

οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης παραπληξίας θρασυτέρους γὰρ ἐργαζόμεθα ἐκείνους. Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ὁρᾷς ὅτι αὐτῶν φροντίζει μᾶλλον, ἢ τῶν λαμβανόντων; Ἐνῆν γὰρ ἴσως πολλαχόθεν τούτους προπέμψαι, ἀλλὰ τῶν ἡμετέρων, φησὶ, φροντίζω. Τί γὰρ ὄφελος, εἰπέ μοι; Εἰ γὰρ θησαυροὺς ἀνορύττοντες ἔτρεφον τοὺς διδασκάλους ἕτεροι, τούτοις οὐδὲν οὐδέπω κέρδος ἦν· ἄκαρποι γὰρ ἔμενον. Τί οὖν, εἰπέ μοι; οὐκ ἠδύνατο ὁ Χριστὸς ὁ ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ ἀπὸ ἑπτὰ τετρακισχιλίους θρέψας, θρέψαι ἑαυτὸν καὶ τοὺς συνόντας αὐτῷ; τίνος οὖν ἕνεκεν ὑπὸ γυναικῶν ἐτρέφετο (Ἠκολούθουν γὰρ αὐτῷ, φησὶ, γυναῖκες, αἵτινες διηκόνουν αὐτῷ); ∆ιδάσκων ἡμᾶς ἄνωθεν ὅτι τῶν οὗ ποιούντων φροντίζει. Οὐκ ἠδύνατο ὁ Παῦλος ὁ καὶ ἑτέροις ἐπαρκῶν διὰ τῶν ἑαυτοῦ χειρῶν, μηδαμόθεν λαμβάνειν; Ἀλλ' ὁρᾷς αὐτὸν καὶ λαμβάνοντα καὶ αἰτοῦντα· καὶ ἄκουσον, διὰ τί· Ζητῶ γὰρ, φησὶν, οὐ τὸ δόμα, ἀλλὰ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Καὶ παρὰ τὴν ἀρχὴν δὲ, ὅτε τὰ αὑτῶν ἅπαντα πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὁρᾷς τοὺς ἀποστόλους αὐτῶν φροντίζοντας μᾶλλον, ἢ τῶν λαμβανόντων; Εἰ γὰρ ὁπωσδήποτε μόνον τῶν πενήτων ἐφρόντιζον, οὐδένα 62.698 ἂν λόγον ὑπὲρ τῆς Σαπφείρας καὶ τοῦ Ἀνανία ἐποιήσαντο, ἡνίκα ἐνοσφίσαντο τὰ χρήματα, οὐκ ἂν διετάξατο Παῦλος λέγων· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Τί λέγεις, Παῦλε; ἐμποδίζεις τοῖς πένησιν; Οὒ, φησίν· οὐ γὰρ τὸ ἐκείνων ὁρῶ, ἀλλὰ τὸ τῶν διδόντων. Ὅρα δὲ καὶ τὸν προφήτην, ἡνίκα τῷ Ναβουχοδονόσορ συνεβούλευε τὴν ἀρίστην ἐκείνην γνώμην, οὐχὶ τῶν πενήτων μόνον φροντίζοντα· οὐ γὰρ εἶπε, ∆ὸς τοῖς πένησιν ἁπλῶς, ἀλλὰ τί; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Κένωσον τὰ χρήματα, φησὶν, οὐχ ἵνα ἕτεροι τραφῶσι μόνον, ἀλλ' ἵνα ἀπαλλαγῇς αὐτὸς τῆς τιμωρίας. Καὶ πάλιν ὁ Χριστός· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁρᾷς ὅτι κἀκεῖ διὰ τὴν ἀκολούθησιν τοῦτο ἐπετάγη; Ἐπειδὴ γὰρ ἐμπόδιόν ἐστι τὰ χρήματα, διὰ τοῦτο διδόναι πένησιν ἐπέταξε, παιδεύων τὴν ψυχὴν ἐλεήμονα εἶναι καὶ οἰκτίρμονα, παιδεύων χρημάτων καταφρονεῖν, παιδεύων πλεονεξίας ἀφίστασθαι. Ὁ γὰρ παιδευόμενος τῷ μὴ ἔχοντι δοῦναι, παιδευθήσεται τῷ χρόνῳ καὶ μὴ λαμβάνειν ἀπὸ τῶν ἐχόντων. Τοῦτο ὁμοίους ποιεῖ τῷ Θεῷ. Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν· ἀλλ' οὐδὲν οὕτως ἰσχυρὸν καὶ δυνατὸν πρὸς τὸ σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ ἐλεημοσύνη· πάντων αὕτη μείζων ἐστὶ, παρ' αὐτὸν ἵστησι τὸν βασιλέα τοὺς αὐτῆς ἐραστάς· καὶ μάλα εἰκότως. Παρθενία μὲν γὰρ καὶ νηστεία καὶ χαμευνία περὶ τὸν ποιοῦντα ἵσταται μόνον, ἕτερον δὲ ἔσωσεν οὐδένα· ἡ δὲ ἐλεημοσύνη εἰς πάντας ἐκτείνεται, καὶ τὰ μέλη περιπλέκεται τοῦ Χριστοῦ· πολὺ δὲ τῶν εἰς τὸν ἕνα περιισταμένων τὰ πρὸς πολλοὺς ἐκτεινόμενα κατορθώματα μείζονα. γʹ. Αὕτη γὰρ μήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισμὸν χαρακτηριζούσης, τῆς τῶν σημείων ἁπάντων μείζονος, δι' ἧς οἱ μαθηταὶ φαίνονται τοῦ Χριστοῦ· αὕτη φάρμακόν ἐστι τῶν ἡμετέρων ἁμαρτημάτων, σμῆγμα τοῦ ῥύπου τῆς ἡμετέρας ψυχῆς, κλῖμαξ εἰς τὸν οὐρανὸν ἐστηριγμένη· αὕτη τοῦ Χριστοῦ τὸ σῶμα συνδεῖ. Βούλεσθε μαθεῖν ὅσον ἀγαθὸν αὕτη ἐστίν; Ἐπὶ τῶν ἀποστόλων πάντες τὰ ἑαυτῶν πωλοῦντες ἔφερον πρὸς αὐτοὺς, ἃ καὶ διεδίδοτο· ∆ιεδίδοσαν γὰρ, φησὶν, ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Εἰπὲ γάρ μοι, καὶ χωρὶς τῶν μελλόντων (μήπω γὰρ περὶ τῆς βασιλείας νῦν κινήσωμεν. ἀλλ' ἐν τῷ παρόντι ἴδωμεν) τίνες κερδαίνουσιν, οἱ λαμβάνοντες, ἢ οἱ δόντες; Ἐκεῖνοι μὲν γὰρ ἐγόγγυζον, καὶ διεπληκτίζοντο πρὸς