1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

ὥστε ἀποπηδῆσαι καὶ τὴν ἐπιτίμησιν διαφυγεῖν, δεῖ οὖν κατέχειν αὐτοὺς τῇ πραότητι καὶ τῇ ἐπιεικείᾳ. Οὐ γὰρ φωνὴν μόνον ἀφιεὶς ὁ τοιοῦτος, ἀλλὰ καὶ βλεπόμενος, βαρὺς ἔσται τοῖς ἁμαρτάνουσιν· "Βαρὺς γὰρ ἡμῖν, φησίν, ἐστὶ καὶ βλεπόμενος"· διὰ ταῦτα πολλὴν χρὴ τὴν πραότητα ἐπιδείκνυσθαι. ∆ιὰ ταῦτα ὑμῖν καὶ ὁ λόγος ὑπ' ὄψεσιν ἤγαγε καὶ τὸν ἡμαρτηκότα καὶ τὸν διορθοῦν αὐτὸν βουλόμενον. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ ταῖς ἀνθρωπίναις ἐμπομπεύειν βουλόμενοι συμφοραῖς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι πολλὴν τῆς οἰκείας ὑγιείας ποιεῖσθαι τὴν πρόνοιαν. Οὕτω καὶ ἡ Γραφὴ ποιεῖ· ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων, ἐφ' ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ' ἐν μέσῃ τῇ γῇ· καὶ τὸ τῆς οἰκουμένης περιστήσασα θέατρον, οὕτω τὴν ἰατρείαν ἐπιδείκνυται, παιδεύουσα ἡμᾶς ἀσφαλεστέρους περὶ τὴν οἰκείαν εἶναι σωτηρίαν. Ἴδωμεν οὖν πῶς ἐπεχείρει τοῦτον ὁ ἱερεὺς διορθώσασθαι τότε. Οὐκ εἶπεν· Ὦ μιαρὲ καὶ παμμίαρε, πάντα ἀνέτρεψας καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας· οὐδὲ μακροὺς ἐξέτεινε κατηγορίας λόγους, ἀλλ' ὥσπερ οἱ τέμνοντες, τοῦτο ποιεῖν συντόμως σπουδάζουσιν <τὸ τρῆμα>, τῷ τάχει τῆς τομῆς κλέπτοντες τῆς ὀδύνης τὴν αἴσθησιν, οὕτω καὶ οὗτος τῇ βραχυλογίᾳ τοῦ βασιλέως τὴν φλεγμονὴν ὑπετέμετο. Ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τομεύς, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων ἔλεγχος. Καὶ τὴν μὲν ἐπιείκειαν μετὰ τῶν ἄλλων καὶ διὰ τῆς βραχυλογίας ἡμῖν ἐπιδείκνυται. Εἰ δὲ βούλει καὶ τὸ τομὸν τῶν ῥημάτων ἰδεῖν, καὶ ποῦ τὸ σιδήριον ἐνέκρυψεν, ἄκουσον· "Οὐκ ἔξεστί σοι, φησί, θυμιᾶσαι Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι, τοῖς υἱοῖς Ἀαρών, τοῖς ἡγιασμένοις." Ἐνταῦθα ἔδωκε τὴν πληγήν. Πῶς; ἐγὼ λέγω. ∆ιὰ τί γὰρ οὐκ εἶπεν· Τοῖς ἱερεῦσιν, ἁπλῶς, ἀλλὰ προσέθηκε τὸν Ἀαρών; Οὗτος ὁ Ἀαρὼν ἀρχιερεὺς ἐγένετο πρῶτος καὶ ἐτολμήθη κατὰ τοὺς ἐκείνου χρόνους τοιοῦτον τόλμημα. ∆αθὰν γὰρ καὶ Κορὲ καὶ Ἀβειρὼν συστάντες κατ' αὐτοῦ μετὰ καὶ ἑτέρων τινῶν ἐκβαλεῖν αὐτὸν τῆς ἀρχῆς ἐπεχείρησαν· ἀλλ' ἐνίους μὲν ἡ γῆ διαστᾶσα κατέπιεν, τοὺς δὲ πῦρ ἄνωθεν κατενεχθὲν κατέφλεξεν. Ταύτης οὖν αὐτὸν τῆς ἱστορίας ὑπομνῆσαι βουλόμενος, ἀνέμνησεν αὐτὸν τοῦ Ἀαρὼν τοῦ τότε ἀδικη θέντος, ὥστε πρὸς τὴν τῶν ἠδικηκότων συμφορὰν παραπέμψαι τὴν τούτου διάνοιαν. Πλὴν ἀλλ' οὐδὲν ἐγένετο πλέον· ἀλλ' οὐ παρὰ τὸν ἱερέα, ἀλλὰ παρὰ τὴν τοῦ βασιλέως θρασύτητα. ∆έον γὰρ ἐπαινέσαι τὰ εἰρημένα καὶ χάριν ὁμολογῆσαι τῆς συμβουλῆς, ὁ δὲ ἐθυμώθη, φησί, καὶ τὸ ἕλκος εἰργάσατο χαλεπώτερον. Οὐ γὰρ οὕτως ἁμαρτία κακόν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία. 5.3 Ἀλλ' οὐχ ὁ ∆αυὶδ οὕτως· ἀλλὰ πῶς; Μετὰ τὴν ὑπὸ τοῦ Ναθὰν γενομένην κατηγορίαν τὴν ἐπὶ τῇ Βηρσαβεέ· "Ἡμάρτηκα τῷ Κυρίῳ", φησίν. Εἶδες συντετριμμένην καρδίαν; εἶδες τεταπεινωμένην ψυχήν; εἶδες πῶς καὶ τὰ πτώματα τῶν ἁγίων χρήσιμα; Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν. Καίτοι γε ἐκεῖνος μὲν ἐν μέσοις τοῖς βασιλείοις κατηγορεῖτο παρὰ τοῦ προφήτου, παρόντων πολλῶν· οὗτος δὲ ἔνδον ἐν τοῖς ἀδύτοις, καὶ ἀμάρτυρον εἶχε τὸν ἔλεγχον· ἀλλ' οὐδὲ οὕτως ἤνεγκε τὴν ἐπιτίμησιν. Τί οὖν; ἀνίατος ἔμεινεν; Οὐδαμῶς, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλ' ὥσπερ ἐπὶ τοῦ σεληνιαζομένου, τῶν μαθητῶν οὐκ ἰσχυσάντων τὸν δαίμονα ἐκβαλεῖν, ὁ Χριστός