1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ' ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ' αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, 51.103 πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦλος μιμούμενος τὸν ἑαυτοῦ ∆εσπότην. Καθάπερ γὰρ αὐτὸς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ ἐλεύθερος ὢν δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. ∆οῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν ὁ ∆εσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ κατέβη, ἀλλ' Ἔκλινεν, εὐκολωτέραν σοι τὴν ἄνοδον ποιῶν τὴν εἰς τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ πῶς σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδαμοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ὅπως σωθῶσι, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθέλκουσιν, ἀλλ' ἐνδιδόντες μέχρι πολλοῦ διαστήματος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκιστρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέβαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον· ὥστε κἂν περιτομὴν ζητῇς, φησὶν, οὐκ ἀντιτείνω, ἀλλ' ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς παρατηρῆσαί με, οὐδὲ ἐνταῦθα φιλονεικῶ· ἀλλ' ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. ∆ιὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσονπαρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐνδιδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν καιρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐτοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ' ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσεται τὸν κάτω κείμενον ἀναγαγεῖν, ἀλλὰ δεῖ πρότερον ἐκεῖνον ταπεινωθῆναι, καὶ τότε τοῦτον ὑψωθῆναι. ∆ιὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς ταπεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.