1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

29

6.5.3 ∆ιὸ καὶ νῦν φόνος ὁ καρπὸς τῆς μοιχείας ὑποβλαστάνει καὶ συνέδριον κατὰ σπούδην κάθηται ὡς ἐπὶ μεγάλῳ τῆς γυναικὸς ἀδικήματι, καὶ δημαγωγεῖται πλῆθος θέαν ἔχον τὴν κρινομένην. Κατήγοροι δὲ καὶ δικασταὶ οἱ αὐτοί· καὶ πολιὰ συκοφαντοῦσα ἀξιόπιστος ἦν καὶ νεότης συκοφαντουμένη ἐκ τῆς κρατούσης ὑπονοίας κατεδικάζετο. 6.5.4 ∆ῆμος δὲ ἀναρριπισθεὶς καὶ παθὼν ὃ δὴ πάσχειν ἀπὸ ὁρμῆς ἐμπλήκτου εἴωθε δῆμος, ἠγανάκτει πεπλανήμενος καὶ τῇ ὁρμῇ τῶν γερόντων συνεξεφέρετο· γονεῖς τῆς κρινουμένης ἐθρήνουν, ἀνὴρ τὴν συμφορὰν ὠδύρετο, παῖδες ὠλόλυζον ἔνθεν καὶ ἔνθεν τῆς μητρὸς κινδυνευούσης ἀπηρτήμενοι, τὸ γένος τῇ αἰσχύνῃ κεκάλυπτο. 6.5.5 Οἱ δὲ καλοὶ δικασταί, οἱ τῆς σωφροσύνης σύμ μαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳοὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο ἕξιν τῆς κοσμιότητος ἔχουσαγυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵν' ἐν τῷ δικαστηρίῳ τῆς μοιχείας μοιχείαν ἐργάσωνται τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες· 6.5.6 ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν, χραίνοντες σῶμα καθαρόν, οἱ ἀκόλαστοι, τῇ ἁφῇ καὶ κατ' αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται. 6.6.1 Ὡς δὲ ὁ λαὸς ὑπήχθη καὶ ἡ ψῆφος ἠνέχθη καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψε τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν· ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν, ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον δικαστήριον καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια. 6.6.2 Ἀνάστηθί μοι λοιπόν, ὦ μακάριε ∆ανιήλ, καὶ νῦν ἐπὶ τοῦ λόγου ὡς διηγέρθης καὶ τότε παρὰ τοῦ πνεύματος· εἰπὲ καὶ σὺ Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ταύτης, ὡς καὶ Πιλᾶτος ὕστερον κατὰ τῶν μαινομένων Ἑβραίων. Ἀνάλυσον τὸν λαὸν ἐπὶ τὸ κριτήριον· δὸς ἀρχὴν τῇ δίκῃ κακῶς τελεσθείσῃ· στῆσον κρινομένους τοὺς ψευδωνύμους κριτάς· ἐναλλαγήτω τῶν προστατῶν ἡ τάξις καὶ θεωρείτω ἡ γυνὴ τοὺς γέροντας, ὡς αὐτὴ πρὸ ὀλίγου θέαμα τῆς πόλεως ἦν. 6.6.3 Κρῖνον, ὁ αἰχμάλωτος, τοὺς πολίτας· ὁ ξένος τοὺς ἐγχωρίους· ὁ νέος τοὺς παλαιούς. Χρῆσον ἅγιον στόμα τῷ πνεύματι· οὐ γὰρ ἀκάθαρτα χείλη ἔχεις, ὡς Ἡσαΐας αὑτὸν ἐξευτελίζων φησίν· οὐδὲ ἑνὸς τῶν Σεραφεὶμ καὶ τοῦ καθαρσίου ἄνθρακος χρῄζεις. Χώρησον σοφῶς τοὺς ψευδωνύμους κριτάς, ἵνα μὴ καὶ ταῖς σαῖς ἐρωτήσεσι συμφώνως ἐπιπηδήσωσιν ὡς ἐν παραδείσῳ τῇ γυναικί. 6.6.4 Οἵα γὰρ καὶ ἡ ἀρχὴ τῶν λόγων τοῦ τρισμακαρίου παιδὸς συνετῶς καταμάθωμεν· Πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐλευθερίας τοῦ πνεύματος! Οὗ γὰρ τὸ πνεῦμα Κυρίου, ἐλευθερία. 6.6.5 Ὁρᾶτε γάρ, ὡς οὐδὲ ἐν προοιμίοις ὑποστέλλεται· ἀλλ' εἰς τὸ βάθος τοῦ συνειδότος ἐνατενίσας καὶ βλέπων τὰς ψυχὰς τῶν γερόντων ἀποθήκας ἁμαρτιῶν μάρτυρας μὲν καὶ ἀποδείξεις οὐ ζητεῖ· ὑβρίζων δὲ ἐπαχθῶς προσκαλεῖται, ἐπειδὴ τὴν ἀπόφασιν ἔχει γεγραμ μένην ἐπὶ τοῦ στήθους ὁ προφήτης. 6.6.6 Καὶ ὅσον γε εἰς αὐτὸν ἧκεν, οὐκ ἂν οὐδὲ εἶπέ τι, ἀλλ' ἀνυπερθέτως τῇ τιμωρίᾳ παρέπεμψεν· ἵνα δὲ πείσῃ λαὸν ἄφρονα καὶ κριτὰς κούφους τῇ πολίᾳ κατηγόρων οὐ τῇ ἀληθείᾳ δικάσαντας, καὶ τὴν πεῖραν τῆς ἐρωτήσεως κεχωρισμένοις προσάγει καὶ τὸ ψεῦδος ἐκ τῆς διαφωνούσης ἀποκρίσεως διελέγχει· καὶ τὴν κρίσιν ἐξενεγκὼν οὐ δημίοις δίδωσιν ὑπευθύνους, ἀλλ' ἀγγέλους κατ' αὐτῶν κολαστηρίους καλεῖ. Εἰς τοσοῦτον γὰρ ηὐξήθη τὸ τῶν ἁγίων ἀξίωμα, ὡς δυνάμεις ἀοράτους ἔχειν τὰς ὑπηρετουμένας αὐτοῖς. 6.7.1 Τίνα τὰ ἑξῆς τοῖς μιαροῖς γέρουσι; Προετράπη ἡ κρίσις· ἀπῆλθον δὲ καὶ τῶν παλαιῶν ἀνομιῶν καὶ τῆς νέας ἁμαρτίας δίδοντες διὰ θανάτου τὴν δίκην· Βαβυλὼν δὲ πᾶσα τὸ παράδοξον τῶν γενομένων διὰ στόματος εἶχον καὶ ὕμνοις τὸν Θεὸν ἀνευφήμουν τὸν τῶν λανθανόντων δραμάτων τὴν γνῶσιν δημοσιεύσαντα. 6.7.2 Καὶ Χελκίας ὑπὲρ τῆς παιδὸς χαίρων ἀνενεώθη· Ἰωακεὶμ τὴν ἐπινίκιον ᾖσεν ὑπὲρ τῆς γυναικὸς ἑορτήν·