1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

29

φαιδρότης τῶν ἑορτῶν τούτων. Καὶ πρὸς αὐτὴν ἀφορῶν ὁ Μελῳδὸς, ἐν τῷ παναρμονίῳ δεκαχόρδῳ πρὸς τὸν Θεὸν ἐκελάδει· "Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου." Ὁ γὰρ στέφανος περιφερὴς ὢν, πανταχόθεν εἰς ἑαυτὸν ἀνακυκλοῦται, οὐδὲ ἀρχὴν ἔχων, οὐδὲ πέρας.

ΚΕΦ. ΙΖʹ. Καὶ ἵνα οἵας δόξας φυλάττομεν περὶ τοῦ Θεοῦ Πατρὸς, τοιαύτας

ἔχωμεν καὶ περὶ τοῦ παντεφόρου Πνεύματος αὐτοῦ, μὴ λέγοντες βασιλεύτερον, ἢ προ 39.724 γενέστερον αὐτοῦ· ἀλλ' εἰδότες, ὅτι οὐδὲν ἀνθρώποις βέβαιον, ἂν ἡ Τριὰς μὴ συμμαχῇ οὖσα πάντων πλησίον, καὶ πάντων ἐπίκουρος "Ψευδὴς" γὰρ "ἵππος εἰς σωτηρίαν," φησίν· "ἐγγὺς δὲ Κύριος τοῖς φοβουμένοις αὐτὸν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ"· ἡ Γραφὴ δηλοῖ, ὡς συμπάρεστιν ἀεὶ καὶ συνεργεῖ τῷ Πατρὶ, καὶ ἐφ' ἑκάστῳ βοηθεῖ ἡμῖν, καὶ ἰσχὺν ἐντίθησιν, καὶ τῆς τοῦ Υἱοῦ παρουσίας καὶ διδαχῆς ἡ αὐτοῦ ἐπιφάνεια ὁμότιμός ἐστιν, καὶ ἡ διδασκαλία σύμφωνος τυγχάνει οὖσα. Ἀμέλει τοι ὁ Θεὸς καὶ Πατὴρ τὴν ἀδιαίρετον, καὶ μόνην βεβαίαν, καὶ ἀήττητον βοήθειαν αὐτοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος αὐτοῦ ὑπισχνούμενος τῷ Ζοροβάβελ, καὶ ἀποφαίνων τρανέστατα, ὡς οὐ διαφέροιεν, οὔτ' ἀφεστᾶσιν ἀλλήλων αἱ θεῖαι ὑποστάσεις, εἶπεν δι' Ἀγγαίου τοῦ προφήτου· "Καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς· διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν." ∆ιὰ δὲ Ἡσαΐου πραϋπαθῶς καταμέμφεται τοῖς ἐπ' ὀνόματι αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ μὴ πορευομένοις, οὑτωσεὶ λέγων· "Οὐαὶ, τέκνα! Βουλὴν ἐποιήσατε, οὐ δι' ἐμοῦ· καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύματός μου." Καὶ πάλιν Ἡσαΐας περὶ τῶν πλημμελησάντων εἰς τὸ θεῖον κράτος τοῦ Πνεύματος λέγει· "Αὐτοὶ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν." Ὀργῆς μὲν γὰρ καὶ ἔχθρας, καὶ ἀπὸ τῶν τοιούτων πάντων ἐκβέβηκεν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ παρασαλεύεται, οὐδ' ὑποκινεῖται, Πνεῦμα πραότητος ὂν, καὶ ἀγαθὸν, καὶ τῆς πρωτίστης, καὶ ἀπαθοῦς, καὶ παντοκρατορικῆς φύσεως· καὶ αὐτὸ μᾶλλον τοὺς ὀργιζομένους καὶ θυμοῦντας ἰώμενον, καὶ ὅλης ἀφαιρούμενον τῆς κτίσεως τὸ φλεγμαῖνον, καὶ ἀντεισφέρον εἰρήνην, ὡς ἔστι δῆλον τοῖς νοοῦσιν, ὅτι πᾶς ὁ πεισθεὶς τοῖς λόγοις αὐτοῦ, ἔζησεν ἡμέρως. Ὃν τρόπον δὲ πολλαχοῦ ἐγράφη· "Παρεπίκραναν τὸν Θεὸν καὶ Πατέρα, καὶ ὠργίσθη αὐτοῖς·" καὶ ὡς ἐν ρεʹ ψαλμῷ φάσκει· "Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν·" οὕτω νῦν ὁμοιοτρόπως περὶ τοῦ Πνεύματος αὐτοῦ προφητεύει, διὰ τὸ τῆς θεότητος, καὶ ἐξουσίας, καὶ δυνάμεως ἀπαράλλακτον. Καὶ Μιχαίας δὲ ὁμοίως ἀποκλαίεται τὸν Ἰσραὴλ, ὡς Θεῷ προσκρούσαντα, λέγων· "Ὁ 39.725 οἶκος τοῦ Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου." Καὶ ὁ πνευματοφόρος δὲ ∆αυῒδ, τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον τοῦ Πνεύματος αὐτοῦ συνομολογῶν, καὶ τὸ δίχα τοῦ ἁγίου Πνεύματος μηδοτιοῦν τῶν ἀγαθῶν ὑπάρχειν τῇ κτίσει, ηὔχετο· "Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ·" καὶ, "Πνεύματι ἡγεμονικῷ στήριξόν με·" τοῦτ' ἔστιν, τῷ Πνεύματί σου τῷ ἀρχικῷ καὶ ἐξουσίαν ἔχοντι στερέωσον, ἵν' οὕτω δυνηθῶ τῆς τε ἁμαρτίας καθαρισθῆναι, καὶ τῆς προφητείας μὴ ἐκπεσεῖν. Καὶ ἐν Εὐαγγελίῳ τοὺς ἀποστόλους διδάσκων ὁ ∆εσπότης, ὅτι τῆς ἑαυτοῦ ἐπιφανείας οὐχ ἥσσων ἔσται ἡ παρουσία τοῦ ἁγίου Πνεύματος, καὶ ἡ ἐκεῖθεν περιγινομένη σωτηρία τῇ κτίσει· ἀλλ' ἴση καὶ ἡ αὐτὴ, διὰ τὴν μίαν θεότητα καὶ ἐνέργειαν, λέγει· "Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἔρχεται, τὸ Πνεῦμα τὸ ἅγιον." Καὶ σύμφωνον δὲ τῇ ἑαυτοῦ τὴν τοῦ ἁγίου Πνεύματος διδασκαλίαν παριστῶν, ἔφη· "Ὅταν ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖνο ὑμᾶς διδάξει καὶ ἀναμνήσει πάντα, ἃ εἶπον ὑμῖν·" καὶ, "Οὐκ