29
τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γίνηται τιμωρὸς, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς φύσεως τρίτον ἐπήγαγε δεσμὸν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην. Ἵνα δὲ μή ποτε ταῖς τῶν παίδων ὕβρεσιν ἀσθενεστέρα γενομένη αὕτη διαῤῥήγνυται, τήν τε παρ' αὐτοῦ καὶ τὴν παρ' αὐτῶν τῶν γεννησαμένων ἐπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσσων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοὺς γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαινῶν τοὺς ἐπιμελουμένους. Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα ὅντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει· Ἤδειν γὰρ, φησὶν, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν. Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γάρ ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγματεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος παραινεῖ συνεχῶς λέγων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν. Νομοθετῶν γὰρ ὁποίους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἅλλων ἐρχομένους ἀρχὴν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις πρὸς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα 47.356 καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρηστόν; Ἀλλ' οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ' οὐκ ἠδύνατο; Ἀλλ' οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν. Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ' ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμελεῖν. Τούτους ἐγὼ τοὺς πατέρας καὶ μή τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω καὶ αὐτῶν τῶν παιδοκτόνων χείρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ' ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπήγαγε ῥᾳθυμία. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος