1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

29

ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ἐκ τοῦ Θεοῦ ὤν», τὸ Πνεῦμα ἐξωθεῖτο, περιττῶς Παῦλος ἔλεγεν ὅτι ὥσπερ ἄνθρωπος τὰ ἑαυτοῦ οἶδεν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐπίσταται. Οὕτω καὶ τὸ «εἷς» εἴρηται· τὴν γὰρ αὐτὴν ἰσχὺν ἔχει τούτῳ καὶ δύναμιν. Σκόπει δέ· «Εἷς Θεός, φησίν, ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα.» Εἰ γὰρ τὸ ἕνα λέγεσθαι Θεὸν τὸν Πατέρα, ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος καὶ τὸ ἕνα λέγεσθαι Κύριον τὸν Υἱόν, ἐκβάλλει τὸν Πατέρα τῆς κυριότητος· ἀλλὰ μὴν οὐκ ἐκβάλλει τῆς κυριότητος τὸν Πατέρα τὸ λέγεσθαι ὅτι «εἷς Κύριος Ἰησοῦς Χριστός». Οὐκ ἄρα οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τῆς θεότητος τὸ λέγεσθαι ὅτι εἷς Θεὸς ὁ Πατήρ. Εἰ δὲ λέγοιεν πάλιν ὅτι διὰ τοῦτο εἷς Θεὸς λέγεται ὁ Πατήρ, ἐπειδὴ Θεὸς μέν ἐστιν ὁ Υἱός, οὐ τοιοῦτος δὲ Θεὸς οἷος ὁ Πατήρ, ἕπεται ἐκεῖνο εἰπεῖν, ἐξ ὧν αὐτοὶ τιθέασι λημμάτων-οὐ γὰρ δὴ ἡμεῖς ἂν εἴποιμεν-, ὅτι διὰ τοῦτο λέγεται εἷς Κύριος ὁ Υἱός, ἐπειδὴ Κύριος μὲν ὁ Πατὴρ οὐ τοιοῦτος δὲ Κύριος οἷος ὁ Υἱός. Εἰ δὲ τοῦτο ἀσεβές, οὐδὲ τὸ πρότερον ἂν ἔχοι λόγον· ἀλλ' ὥσπερ τὸ «εἷς Κύριος» οὐκ ἐξωθεῖται τὸν Πατέρα τῆς ἀκριβοῦς κυριότητος οὐδὲ εἰς τὸν Υἱὸν περιίστησιν αὐτὸ μόνον, οὕτως οὐδὲ τὸ «εἷς Θεὸς» ἐκβάλλει τὸν Υἱὸν τῆς ἀληθοῦς καὶ γνησίας θεότητος, οὐδὲ τοῦ Πατρὸς αὐτὸ μόνον ἀποδείκνυσιν. Ὅτι γὰρ Θεὸς ὁ Υἱὸς καὶ τοιοῦτος Θεὸς οἷος ὁ Πατήρ, μένων μέντοι Υἱός, ἐξ αὐτῆς τῆς προσθήκης δῆλον. Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ' ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὂν καὶ γνωριστικόν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη· ἤρκει γὰρ εἰπεῖν «εἷς Θεὸς» καὶ ἐγνωρίζομεν τίς ἦν ὁ λεγόμενος, ἀλλ' ἐπειδὴ τὸ Θεὸς ὄνομα κοινὸν Πατρὸς καὶ Υἱοῦ καὶ εἰπών· «εἷς Θεὸς» οὐκ ἐδήλου τίνα φησὶν ὁ Παῦλος, διὰ τοῦτο ἐδεήθη τῆς τοῦ Πατρὸς προσθήκης, ἵνα δηλώσῃ ὅτι περὶ τῆς πρώτης ὑποστάσεως καὶ ἀγεννήτου λέγει, ὡς οὐκ ἀρκούσης τῆς τοῦ Θεοῦ προσηγορίας αὐτὴν ἐνδείξασθαι, ἐπειδὴ κοινὸν τοῦτο αὐτῷ πρὸς τὸν Υἱόν. Τῶν γὰρ ὀνομάτων τὰ μέν ἐστι κοινά, τὰ δὲ ἴδια· κοινὰ μέν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δέ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων. Τὸ μὲν οὖν «Πατὴρ» καὶ «Υἱὸς» ἴδιον ἑκάστης ὑποστάσεως, τὸ δὲ «Θεὸς» καὶ «Κύριος» κοινόν. Ἐπειδὴ οὖν τέθεικε ὄνομα κοινὸν τὸ «εἷς Θεός», ἐδεήθη καὶ τοῦ ἰδιάζοντος, ἵνα γνωρίσῃς τίνα φησίν, ὥστε ἡμᾶς μὴ ἐμπεσεῖν εἰς τὴν Σαβελλίου μανίαν. Ὅτι γὰρ οὔτε τὸ «Θεὸς» ὄνομα μεῖζον τοῦ «Κύριος», οὔτε τὸ «Κύριος» ἔλαττον τοῦ «Θεός», δῆλον ἐκεῖθεν. Ἐν τῇ Παλαιᾷ πάσῃ συνεχῶς ὁ Πατὴρ Κύριος λέγεται· «Κύριος ὁ Θεός σου», φησί, «Κύριος εἷς ἐστιν», καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ πάλιν· «Μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», καὶ πάλιν· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος.» Πάλιν εἰ τὸ Θεὸς μεῖζον ἦν τοῦ Κύριος καὶ σεμνότερον, οὐκ ἔδει τὸν κατ' αὐτοὺς ἐλάττονα Υἱὸν ἀπὸ τοῦ προσήκοντος ὀνόματος τῷ Πατρὶ καλεῖσθαι, ὃ καὶ μόνον ἴδιον ἦν ἐκείνου. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ὑποδεέστερος, οὔτε τὸ Κύριος ὄνομα τοῦ Θεὸς εὐτελέστερον. ∆ιὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή. Καθάπερ οὖν ἠκούσατε τὸν Πατέρα Κύριον καλούμενον, φέρε δείξωμεν ὑμῖν καὶ τὸν Υἱὸν λεγόμενον Θεόν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἔστι μεθερμηνευόμενον· μεθ' ἡμῶν ὁ Θεός.» Εἶδες πῶς καὶ τῷ Πατρὶ ὄνομα τὸ Κύριος καὶ τῷ Υἱῷ ὄνομα τὸ Θεός; Ὥσπερ γὰρ ἐκεῖ φησι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος», οὕτω καὶ ἐνταῦθά φησι· «Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Καὶ πάλιν· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός,