1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

29

θέατρον, καὶ εἶξεν. Οὕτως ἑνὸς ἦν πανταχοῦ τοῦ συμφέροντος τοῖς πιστοῖς, τῆς εἰρήνης, τῆς ὁμονοίας, καὶ πανταχοῦ ἑαυτὸν ἐτήρει τῷ κηρύγματι. 7.8 Ὥστε ὅταν ἀκούσῃς ὅτι τὸν ἀδελφιδοῦν πέμπει πρὸς τὸν χιλίαρχον, βουλόμενος ἑαυτὸν ἐξαρπάσαι τῶν κινδύνων, καὶ ὅταν ἐπικαλῆται Καίσαρα, καὶ ὅταν εἰς τὴν Ῥώμην σπεύδῃ, μὴ νομίσῃς ἀνανδρείας εἶναι τὰ ῥήματα. Ὁ γὰρ στένων, ἐπειδὴ παρῆν ἐν τῷ βίῳ τούτῳ, πῶς οὐκ ἂν εἵλετο μετὰ Χριστοῦ εἶναι; καὶ ὁ τῶν οὐρανῶν καταφρονῶν καὶ ἀγγέλων δι' αὐτὸν ὑπερορῶν, πῶς ἂν ἐπεθύμησε τῶν παρόντων; Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; Ἵνα ἐνδιατρίψῃ τῷ κηρύγματι, καὶ μετὰ πολλῶν ἀνθρώπων ἀπέλθῃ, πάντων ἐστεφανωμένων. Καὶ γὰρ ἐδεδοίκει μήποτε πτωχὸς καὶ πένης τῆς τῶν πολλῶν σωτηρίας ἀποδημήσῃ ἐντεῦθεν. ∆ιὸ καὶ ἔλεγε· Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. 7.9 ∆ιὸ καὶ ὁρῶν τὸ δικαστήριον τὴν βελτίω ψῆφον περὶ αὐτοῦ κατατιθέμενον, ὡς πρὸς τὸν Φῆστον Ἀγρίππας ἔλεγεν· Ἀπολελύσθαι ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα, καὶ δεθείς, καὶ μετὰ μυρίων ἑτέρων δεσμωτῶν ἀπαγόμενος μυρία εἰργασμένων δεινά, οὐκ ᾐσχύνετο τῷ συνδεδέσθαι ἐκείνοις, ἀλλὰ καὶ προενόει πάντων τῶν συμπλεόντων, καίτοι γε ὑπὲρ αὐτοῦ θαρρῶν καὶ εἰδὼς ὡς ἐν ἀσφαλείᾳ ἦν, καὶ πέλαγος τοσοῦτον ἀνήγετο δεδεμένος, καὶ ἔχαιρεν ὡς ἐπὶ μεγίστην ἀρχὴν προπεμπόμενος. Καὶ γὰρ οὐδὲ μικρὸς ἆθλος αὐτῷ τῆς Ῥωμαίων πόλεως ἡ διόρθωσις προὔκειτο. Ἀλλ' ὅμως οὐδὲ τῶν ἐν τῷ πλοίῳ κατωλιγώρησεν, ἀλλὰ καὶ ἐκείνους ἐρρύθμισε, διηγησάμενος τὴν αὐτῷ φανεῖσαν ὄψιν, ἐξ ἧς ἐμάνθανον ὅτι πάντες οἱ πλέοντες μετ' αὐτοῦ δι' αὐτὸν σώζονται. Τοῦτο δὲ ἐποίει, οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ' ἐκείνους ἑαυτῷ πειθηνίους παρασκευάζων. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε διεγερθῆναι τὴν θάλασσαν, ἵνα καὶ δι' ὧν παρηκούσθη, καὶ δι' ὧν ἠκούσθη, διὰ πάντων δειχθῇ ἡ Παύλου χάρις. Καὶ γὰρ συνεβούλευσε μὴ ἀναπλεῦσαι, καὶ παρηκούσθη, καὶ γέγονε κίνδυνος περὶ τῶν ἐσχάτων· καὶ οὐδὲ οὕτως ἦν φορτικός, ἀλλὰ πάλιν ὡς παίδων πατὴρ προενόει, καὶ ὅπως μηδεὶς ἀπόλοιτο πάντα ἔπραττεν. Ἐπειδὴ δὲ καὶ τῆς Ῥωμαίων ἐπέβη, κἀκεῖ πῶς μετὰ ἐπιεικείας διαλέγεται; πῶς μετὰ ἐλευθερίας τοὺς ἀπειθοῦντας ἐπιστομίζει; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἐκεῖθεν εἰς Ἱσπανίαν ἔδραμε. 7.10 Καὶ γὰρ κινδυνεύων μᾶλλον ἐθάρρει, καὶ τολμηρότερος ἐγίνετο ἐντεῦθεν, οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ οἱ μαθηταὶ δι' αὐτόν. Ὥσπερ γὰρ εἴπερ ἑώρων αὐτὸν ἐνδιδόντα καὶ ὀκνηρότερον γινόμενον, ἴσως ἂν καὶ αὐτοὶ καθυφῆκαν· οὕτως, ἐπειδὴ εἶδον αὐτὸν ἀνδρειότερον γινόμενον, καὶ ἐπηρεαζόμενον, καὶ μᾶλλον ἐπιτιθέμενον, μετὰ παρρησίας ἐκήρυττον. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὡς τοὺς πλείονας τῶν ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Ὅταν γὰρ ὁ στρατηγὸς ᾖ γενναῖος, οὐχὶ σφάττων μόνον οὐδὲ ἀποκτιννύς, ἀλλὰ καὶ τιτρωσκόμενος, τοὺς ὑπ' αὐτῷ ταττομένους θρασυτέρους ποιεῖ, καὶ μᾶλλον τιτρωσκόμενος ἢ τιτρώσκων. Ὅταν γὰρ ἴδωσιν αὐτὸν αἵματι πεφυρμένον καὶ τραύματα περιφέροντα, καὶ μηδὲ οὕτω παραχωροῦντα τοῖς ἐχθροῖς, ἀλλ' ἑστῶτα γενναίως, καὶ δόρυ σείοντα, καὶ βάλλοντα τοὺς ἐναντίους, καὶ πρὸς τὰς ἀλγηδόνας οὐκ ἐνδιδόντα, μετὰ πλείονος παρατάττονται καὶ αὐτοὶ τῆς προθυμίας· ὃ δὴ καὶ ἐπὶ Παύλου γέγονεν. Ὁρῶντες γὰρ αὐτὸν δεδεμένον καὶ ἐν τῷ δεσμωτηρίῳ κηρύττοντα, καὶ μαστιζόμενον, καὶ τοὺς μαστίζοντας χειρούμενον, πλείονα ἐδέχοντο παρρησίαν. ∆ιὸ καὶ τοῦτο δηλῶν, οὐχ ἁπλῶς Πεποιθότας εἶπεν, ἀλλὰ προστίθησι· Περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν· τουτέστι, μᾶλλον νῦν ἢ ὅτε λελυμένος ἤμην, ἐπαρρησιάζοντο οἱ ἀδελφοί. Τότε πλείονα προθυμίαν καὶ αὐτὸς ἐλάμβανε· μᾶλλον γὰρ τότε παρω ξύνετο κατὰ τῶν