1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

29

Ἀπορεῖ ὁ προφήτης τίνι λαλήσει. Οἱ μὲν γὰρ πτωχοὶ, οἱ δὲ συνέτριψαν ζυγόν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν. Τουτέστιν, Ἐπειδὴ μὴ ταχέως ἐπάγω τὰ κακὰ, ὡς ψευδόμενον διαβάλλουσιν. Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν. Καὶ ποία γένοιτο ὤτων περιτομή; ἡμεῖς μὲν ἀκροβυστίαν ἴσμεν. Παραγενέσθω νῦν ἐνταῦθα Ἰουδαῖος εἰς μέσον, ὁ μηδὲν πλέον βουλόμενος ἀκούειν τοῦ ῥητοῦ, ὁ μέχρι τῆς κακίας ἑστὼς, ὁ πρὸς τὴν ἀλήθειαν ἰδεῖν μὴ βουλόμενος. Ἀκουέτω μετὰ τοῦ πρώτου καὶ τοῦτο· Περιτμήθητε τὴν ἀκροβυστίαν ὑμῶν τῆς καρδίας. Ἀκούεις ἐνταῦθα ἐγκαλουμένους αὐτοὺς, ὅτι ἀπερίτμητα τὰ ὦτά φησι. Ὅταν ἀκούῃ ἄλλ. ἀκούσῃς ἐγκαλοῦντος τοῦ Στεφάνου. Ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· μάθε, ὅτι προλαβὼν ὁ Ἱερεμίας ταῦτα λέγει. Καὶ μετ' ὀλίγα· Τίς οὖν ἐστιν αὕτη ἡ περιτομή; τὸ προσέχειν τοῖς λεγομένοις. Ἐπειδὴ γὰρ ἡμῶν προΐσταται ἴσ. ἀνθίσταται τῇ ἀκοῇ· Περίελε, φησὶ, τὸν ῥύπον, ἀπόκλυσον, καὶ οὐ χρεία ὑφαιρεῖν. Ὁρᾷς ὅπως ἄλλ. πῶς χρήσιμος ἡ περιτομή; οὐκ ἐᾷ ἐν τῇ σαρκὶ μένειν· οὕτω καὶ αἱ θυσίαι, οὕτω καὶ ὁ ναὸς, οὕτω καὶ ἑορταὶ, οὕτω καὶ ἡ ἀργία· ταῦτα τύποι ἑτέρων τινῶν, καὶ σύμβολα. Τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν. ∆ίκην χοίρων καταπατούντων τοὺς μαργαρίτας· βδέλυγμα γὰρ ἁμαρτωλῶν, θεοσέβεια. Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον. Ἵνα μάθωσιν ὅτι οὐδέπω παρὰ τὸ μὴ ἡμαρτηκέναι οὐ τιμωροῦνται, ἀλλὰ παρὰ τὸ τὸν Θεὸν εἶναι μακρόθυμον, ἄκουσον τί φησιν· Ἔπλησα τὸν θυμόν μου, καὶ ἐπέσχον. Ἀνθρωπίνοις χρᾶται ῥήμασιν, ἵνα φοβήσῃ. Ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγήν. Τὸ σφοδρὸν ὅρα πῶς παρίστησιν· λέγει, Ἐκχεῶ, ἵνα μὴ ἐκχέῃ, καὶ ἡλικίας ἅπτεται τῆς πρώτης, τῆς καὶ τὰ θηρία δυναμένης ἐπικάμψαι· Οὐκ ἀλγεῖς ἐκ τῶν οἰκείων κακῶν; λάβε αἴσθησιν ἐκ τῶν ἀλλοτρίων. Ἐπεὶ καὶ ἐν τῇ τοῦ σώματος τομῇ τὴν ἀναισθητότητα ἄλλ. τὰ ἀναισθητότερα τῶν μελῶν, πλείονα ἡμῖν παρέχει τὴν αἴσθησιν. Ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται· πρεσβύτερος μετὰ πλήρους. Οὐ πολιὰ, οὐ συζυγία, οὐκ ἄλλο οὐδὲν προστήσεται τῶν τότε. 64.825 Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους. Ἐπειδὴ ὁρᾷ πλεονάζουσαν πρὸς τὰ ἡμέτερα τὴν διάθεσιν, ὡς καὶ ἀπελθόντες στενάζομεν, ὅταν καὶ οἰκίας καὶ ἀγροὺς ἴδωμεν, καὶ γυναῖκας ἑτέρων γιγνομένας. Ὅτι ἐκτενῶ τὴν χεῖρά μου. Ὁρᾷς ἄνωθεν τὸν πόλεμον ἀρχόμενον; ἐκεῖθεν τὴν μάχην ἀναῤῥιπιζομένην; τὸν οὐρανὸν αὐτοῖς πολεμοῦντα; Ἤκουσας ἀπὸ βοῤῥᾶ, κατεφρόνησας ὡς ἀνθρώπων ὁμοδούλων; Ἄκουσον νῦν, ὅτι ἐκτείνειν μέλλει τὴν χεῖρα. Ὅτι ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου πάντες συνετέλεσαν τὰ ἄνομα. Πολλὴν ἔλεγε τὴν κακίαν· οἱ δὲ πατέρες, κἂν αὐτοὶ ἐν κακίᾳ τυγχάνωσιν, ἀλλ' ὅμως βούλοιντο ἂν τοὺς παῖδας εἶναι ἐναρέτους. Ἐνταῦθα δὲ ἅπαν τοὐναντίον· καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, οὐδὲ πατέρων ἐπεδείξαντο φιλοστοργίαν. Ἔστω· αὐτὸς ἐπιθυμίαν ἔχεις εἰπεῖν ἴσ. ποιεῖν., καὶ ἡδονὴν, καὶ θυμὸν, καὶ πονηρίαν. Τίνος ἕνεκεν ἅπαξ τὸ παιδίον ἐπὶ τὸν αὐτὸν ὠθεῖς κρημνόν; Καὶ ἰῶντο τὸ σύντριμμα. Πάλιν αὐτοὶ οἱ ἄρχοντες αἴτιοι τῶν κακῶν. Τοῦτον γὰρ τὸν λόγον οὐχ ἡγοῦμαι πρὸς τοὺς ἀρχομένους εἶναι, ἀλλ' ἡμῖν διαφέρειν τοῖς ἄρχουσι. Πρὸς γὰρ τοὺς τοιούτους ἀποτείνεται, πρὸς τοὺς χαριζομένους, καὶ τὰ πρὸς ἡδονὴν ὁμιλοῦντας, καὶ δοκοῦντας ἰατρεύειν τὸ τραῦμα, ἐπέτεινον δὲ τὸ ἕλκος. Καὶ ποῦ ἐστιν εἰρήνη; Οὐκ εἶπεν, Οὐκ ἔστιν εἰρήνη, ἀλλὰ, Ποῦ ἐστιν, Ὅρα τὴν ἐπιείκειαν· Ἐλέγχων οὐδὲ νῦν ἀφαιροῦμαι. ∆είξατε ἐπὶ τῶν ἔργων ἅπερ ἐπηγγέλλεσθε. ∆έδοικα μὴ καὶ νῦν χώραν ἔχῃ λέγεσθαι· Καὶ ποῦ ἐστιν εἰρήνη; Μὴ γὰρ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τὰ παρὰ τῶν ἀπίστων ἅπαντα κατήργηται, καὶ ἀρχόντων εὐσεβῶν ἐπετύχομεν, καὶ οἴκους εὐκτηρίους ἔχομεν, καὶ in al. deest. καὶ ἀπολαύειν εἰρήνης νομίζομεν; Οὐκ ἔστι τοῦτο εἰρήνη πρέπουσα Ἐκκλησίᾳ· ἐπειδὴ καὶ οἱ ἀπόστολοι τούτων