29
πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Πανταχοῦ τῷ Θεῷ πολλὴ τῶν ἀδικουμένων ἡ πρόνοια· † καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων οὐκ ἔλαττον, ἀλλ' ἔστιν ὅπου καὶ πλέον παροξύνεται ὑπὲρ τῶν εἰς τοὺς ὁμοδούλους πλημμελημάτων. Καὶ γὰρ τὸν μὲν πόρνην ἔχοντα γυναῖκα ἐκβάλλειν ἐπέτρεψε, τὸν δὲ Ἑλληνίδα οὐκέτι· καίτοι τὸ μὲν εἰς αὐτόν, τὸ δὲ εἰς ἄνθρωπον τὸ ἁμάρτημα. Καὶ τῆς θυσίας προκειμένης, καταλιμπάνειν τὸ δῶρον ἐκέλευσε καὶ μὴ πρότερον αὐτὸ προσάγειν, ἕως ἂν τὰ πρὸς τὸν ἀδελφὸν εὖ διαθῆται ὁ τὸν πλησίον λελυπηκώς. Καὶ ἡνίκα τὸν τὰ μύρια τάλαντα κατεδηδοκότα ἔκρινεν, ὑπὲρ μὲν τῶν εἰς αὐτὸν ἐγκαλῶν ἁμαρτημάτων, οὔτε πονηρὸν ἐκάλεσεν καὶ κατηλλάγη ταχέως καὶ τὸ δάνειον ἅπαν ἀφῆκεν. ὑπὲρ δὲ τῶν ἑκατὸν δηναρίων, καὶ πονηρὸν δοῦλον καλεῖ καὶ τοῖς βασανισταῖς παραδίδωσι καὶ οὐ πρότερον ἔφησεν ἀνήσειν, ἕως ἅπαν ἀποδῷ τὸ χρέος.
3.7 Καὶ ἡνίκα μὲν αὐτὸς ἐρραπίζετο ὁ Χριστός, οὐδὲν τὸν δοῦλον εἰργάσατο τὸν τὴν πληγὴν ἐπαγαγόντα, ἀλλὰ καὶ πράως ἀπεκρίνατο λέγων. Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὅτε δὲ ὁ Ἱεροβοὰμ τὴν χεῖρα ἐκτείνας ἐπιλαβέσθαι τοῦ προφήτου τοῦ τότε ἐλέγξαντος αὐτὸν ἐπεχείρησε, ξηρὰν τὴν χεῖρα εἰργάσατο, παιδεύων καὶ σὲ τὰ μὲν ἑαυτοῦ πράως φέρειν, τὰ δὲ εἰς τὸν ∆εσπότην μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος. ∆ιὰ δὴ τοῦτο καὶ νομοθετῶν, εἰ καὶ δευτέραν ἔφησεν τὴν εἰς τὸν πλησίον ἀγάπην εἶναι, ἀλλ' ὁμοίαν τῇ προτέρᾳ· καὶ ὥσπερ ἐκείνην μετὰ πάσης ἀπαιτεῖ τῆς ὑπερβολῆς, οὕτω καὶ ταύτην. Ἐπ' ἐκείνου μὲν γάρ φησιν· Ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· ἐπὶ δὲ ταύτης· Ὡς ἑαυτόν. Καὶ ἑτέρωθεν μὲν πολλαχόθεν ἴδοι τις ἄν, ὅσην ἀκρίβειαν ὑπὲρ τῶν πρὸς ἀλλήλους ἡμᾶς ἀπαιτεῖ δικαίων ὁ Θεός. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα σφοδρῶς ἐπικείμενον καὶ αὔξοντα τὴν κατηγορίαν βαρυτάτοις ῥήμασιν· Ὑμεῖς δέ, φησί, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Ὅπερ ἂν εἰργάσαντο πολέμιοι καὶ βάρβαροί τινες ἀπηνεῖς, ταῦτα ὑμεῖς τοὺς οἰκείους διεθήκατε. Ἀμπελῶνα δὲ καλεῖ τὸν λαὸν διὰ τὴν πολλὴν περὶ αὐτῶν σπουδὴν καὶ τὴν ἄνωθεν ἐπιμέλειαν. Καὶ αὔξων τὸ ἔγκλημα, οὐκ εἶπε· Τί τοὺς ὁμοδούλους, τοὺς πλησίον, τοὺς ἀδελφούς, ἀλλά· Τὰ ἐμά, φησίν, ἀπωλέσατε, τὰ ἐμὰ διεφθείρατε; Εἶτα δηλῶν τοῦ ἐμπρησμοῦ τὸ εἶδος, φησίν· Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν ψυχήν, θανάτου παντὸς χαλεπωτέρᾳ κατατείνουσα αὐτὴν ἀθυμίᾳ. Πανταχοῦ μὲν οὖν τὸ ἁρπάζειν κακόν· μάλιστα δὲ ὅταν ὁ ἐπηρεαζόμενος ἐν ἐσχάτῃ πτωχείᾳ ᾖ. Οὐκ ἐπιτιμᾷ δὲ μόνον τοῦτο λέγων, ἀλλὰ καὶ διορθοῦται, πρὸς τὴν θεωρίαν αὐτοὺς παραπέμπων τῆς ἁρπαγῆς. Ἱκανὴ μὲν γὰρ μετὰ τὴν ῥῆσιν αὐτὴν ἡ ὄψις πρὸ τῶν ὀφθαλμῶν κειμένη κατανύξαι τὸν μὴ σφόδρα ἀναισθήτως διακείμενον. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Τῷ αὐτῷ πάλιν ἐπέμεινε τρόπῳ, ὥσπερ ἐκεῖ· Τὸν ἀμπελῶνά μου, οὕτω καὶ ἐνταῦθα· Τὸν λαόν μου, λέγων. Καὶ τὰ πρόσωπα τῶν ταπεινῶν καταισχύνετε; Οὓς ὀρθοῦν ἔδει, τούτους ὠθοῦντες, οὓς ἀνιστᾶν, τούτους καταρρηγνύντες. Μετὰ γὰρ τῆς ἁρπαγῆς καὶ διέπτυον τοὺς εὐτελεστέρους καὶ ἀνδραπόδων χαλεπώτερον αὐτοῖς ἐκέχρηντο, πρὸς τῇ πλεονεξίᾳ καὶ τὴν ἀλαζονείαν ἐπιτείνοντες καὶ ἀπὸ τῆς ἀδικίας τοῦ πλούτου τούτου πολλὴν τὴν ἀπόνοιαν κτώμενοι. Συνέζευκται γὰρ τῇ πλεονεξίᾳ τὸ τῆς ὑπερηφανίας νόσημα· καὶ ὅσον ἄν τις ἐπιτείνῃ τὸν πλοῦτον, τοσοῦτον καὶ τὸ νόσημα τοῦτο ἐπιτρίβει. Τοῦτό φησι Κύριος, Κύριος στρατιῶν. Τί δέ ἐστι· Στρατιῶν; Τῶν ἀγγέλων λέγει, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸν ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ μακροθυμίας οὖσαν. Τάδε λέγει Κύριος. Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐξεπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ