1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

29

ὄνομά σου. αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ ∆αυῒδ πολυτρό πους ἐπινοεῖν ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς παρ' αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγ χειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ. ∆ιὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστινὅτε ὁ Θεὸς ἐπιβλέπει κατ' ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· ὅτε δὲ ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐπιβλέπει, ἔλεος καὶ σωτηρίαν ἐργάζεται. Ταύτην οὖν ἐζήτησεν ὁ προφήτης· διὰ τοῦτο καὶ ἐπήγαγε· Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμε νείας, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευ σάτω μου πᾶσα ἀνομία. Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. Τοῦ οὖν Θεοῦ κατευθύνοντος ἡμᾶς ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἡμῶν παρεχόντων τὸ πρόθυμον, οὐχ ἕξει καθ' ἡμῶν ἡ ἁμαρτία δύναμιν, οὔτε ἡ ἀνομία. Ἐπαγγέλλεται γὰρ ἐν ἑτέρῳ ψαλμῷ τῷ φοβουμένῳ αὐ τόν· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπο ρευομένου· ἅ ἐστιν ἡ ἀνομία. Λύτρωσαί με ἀπὸ συ κοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Κατὰ μὲν τὸ ῥητὸν πολλοὺς πειρασμοὺς ὁ ∆αυῒδ ὑπέμει νεν ὑπὸ τῶν ἀνθρώπων, τοῦ τε Σαοὺλ, καὶ ἑτέρων τινῶν. Λέγει γὰρ καὶ τῷ ἑξῆς ψαλμῷ· Κύριε, ῥῦσαι τὴν ψυ χήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δο 55.701 λίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσ σαν δολίαν; Καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ψαλμῷ· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Εὔχεται οὖν λυτρωθῆ ναι ἀπ' αὐτῶν. Καὶ ὁ ∆εσπότης Χριστὸς τοὺς ὀνειδιζο μένους καὶ συκοφαντουμένους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔχεσθαι παρηγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νό μοις καὶ τοῦ προφήτου ἡ προσευχή. Ὁ δὲ ἅγιος Ἀθανάσιος κατὰ διάνοιαν ἑρμηνεύων τὸ ῥητὸν, συκοφαντίας ἀνθρώπων λέγει, τὰς τῶν αἱρετικῶν καὶ παρανόμων ἀθυροστομίας καὶ γλωσσαλγίας. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, τῷ πατρὶ ἐξακολουθοῦντες, ἐκφύγωμεν ἀπὸ πάσης αἱρέ σεως, τέως δὲ ἐκ τῶν νυνὶ ἐπιπολαζόντων ἡμῖν τῶν τε εἰκονοκλαστῶν καὶ τῶν Παυλικιανῶν καὶ Μανιχαίων· καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ μεθ' ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον, καὶ μὴ συμπορευθῶμεν μετ' αὐτῶν. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Ἀσώματον μὲν τὸ θεῖον, τὸ ἁπλοῦν καὶ ἀσύνθετον· σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώ πων μετροῦσα τοὺς λόγους· ἐπεὶ χαρακτὴρ τῆς ὑποστά σεως τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ ἀπαύγασμα, ὡς τῇ ἀληθείᾳ καὶ τῷ μακαρίῳ Παύλῳ δοκεῖ. Ἐπιποθεῖ οὖν τὴν παρ ουσίαν αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους κατ ιδεῖν. Αὐτὸς γὰρ ἡμῖν ἐπιφανεὶς ἐδίδαξε πᾶσαν δικαιο σύνην. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν καὶ τὴν τῶν ἀγαθῶν χορ ηγίαν. ∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος. Εἰ γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα