29
δεῖ εὔχεσθαι· εἰ πάντας αὐτὸς ἠθέλησε σωθῆναι, θέλε καὶ σύ· εἰ δὲ θέλεις, εὔχου· τῶν γὰρ τοιούτων ἐστὶ τὸ εὔχεσθαι. Ὁρᾷς πῶς πανταχόθεν τὴν ψυχὴν ἔπεισεν, ὥστε καὶ ὑπὲρ Ἑλλήνων εὔχεσθαι; Καὶ τὸ κέρδος δεικνὺς ὅσον ἐκ τούτου τίκτεται, Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν· καὶ τὸ πολλῷ τούτου μεῖζον, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, καὶ ὅτι ὅμοιοι αὐτῷ κατὰ τοῦτο γινόμεθα, κατὰ τὸ τὰ αὐτὰ αὐτῷ θέλειν. Ἱκανὰ ταῦτα δυσωπῆσαι καὶ θηρίον. Μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· καὶ αὐτὸς τοῦτο βούλεται· φοβήθητι τὸ κατεύξασθαι μόνον· τοῦτο γὰρ οὐ βούλεται. Εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ, καὶ ὑπὲρ αἱρετικῶν δῆλον ὅτι· ὑπὲρ γὰρ ἁπάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν. Τοῦτο δὲ καὶ ἄλλως καλὸν ἀπὸ τοῦ τῆς αὐτῆς ἡμᾶς φύσεως κοινωνεῖν· καὶ ὁ Θεὸς δὲ ἐπαινεῖ καὶ ἀποδέχεται τὴν εὔνοιαν, τὴν φιλοστοργίαν τὴν πρὸς ἀλλήλους. Εἰ τοίνυν αὐτὸς θέλει, φησὶ, δοῦναι ὁ Κύριος, τί δεῖ εὐχῶν τῶν παρ' ἐμοῦ; Πολὺ τοῦτο ἐκείνοις καὶ σοὶ συμβάλλεται, πρὸς ἀγάπην αὐτοὺς ἕλκει, σὲ πάλιν οὐκ ἀφίησιν ἐκτεθηριῶσθαι· ἱκανὰ δὲ ταῦτα πρὸς πίστιν ἐπισπάσασθαι. Πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀλλήλους ἀπέστησαν τοῦ Θεοῦ. Τοῦτο σωτηρίαν νῦν Θεοῦ καλεῖ, ὃς Πάντας ἀνθρώπους θέλει σωθῆναι, εἰπών· ἐπειδὴ καὶ αὕτη ὄντως ἐστὶν ἡ σωτηρία· ταύτης γὰρ χωρὶς οὐδὲν μέγα ἡ ἄλλη ἐστὶν, ἀλλ' ὄνομα σωτηρίας ἐστὶ καὶ προσηγορία μόνον. Καὶ εἰς ἐπίγνωσιν ἀληθείας, φησὶν, ἐλθεῖν. Ἀληθείας, ποίας; Τῆς εἰς αὐτὸν πίστεως. Καὶ δὴ προλαβὼν εἶπε, Παράγγελλε μὴ ἑτεροδιδασκαλεῖν· ἵνα δὲ μή τις ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ, φησί· Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἶτα τοῦτο εἰπὼν, ἐπήγαγεν· Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Εἶπεν, Εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ. Εἶπε πάλιν· Εἷς γὰρ Θεὸς, δεικνὺς ὅτι οὐ πολλοὶ, καθώς τινες νομίζουσιν. Εἶπεν, ὅτι καὶ μεσίτην καὶ Υἱὸν πέπομφε, δεικνὺς ὅτι σωθῆναι θέλει πάντας. Τί οὖν; ὁ Υἱὸς οὐ Θεός; Καὶ σφόδρα. Πῶς οὖν φησιν, Εἷς; Πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ἦν αὐτῷ ὁ λόγος. Ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν, ὧν ἐστι μεσίτης· μεσίτου γὰρ τοῦτό ἐστι, τὸ ἑκατέρων ἐχόμενον, ὧν ἐστι μεσίτης, κοινωνεῖν· ἐὰν δὲ τοῦ μὲν ἑνὸς ἔχηται, τοῦ δὲ ἑνὸς ἀπεσχοινισμένος ᾖ, οὐκέτι μεσίτης ἐστίν. Εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης, ἀλλ' ἀπεσχοίνισται. Ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀν 62.537 θρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο. Ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἶναι δεῖ. Ὥσπερ γὰρ τὸ τόπου τινὸς μέσον ἑκατέρων ἐστὶ τῶν τόπων ἐγγὺς, οὕτω καὶ τὸ τῶν φύσεων μέσον ἑκατέρων ὀφείλει εἶναι τῶν φύσεων ἐγγύς. Ὥσπερ οὖν ἄνθρωπος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. Ἄνθρωπος οὐκ ἂν ἐγένετο μεσίτης· ἔδει γὰρ καὶ τῷ Θεῷ διαλέγεσθαι· Θεὸς οὐκ ἂν ἐγένετο μεσίτης· οὐ γὰρ ἂν ἐδέξαντο αὐτὸν οἷς ἐμεσίτευσεν. Ὥσπερ ἐκεῖ φησιν, Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, οὕτω καὶ ἐνταῦθα, Εἷς καὶ εἷς. Οὐ τίθησι δύο· ἐπειδὴ γὰρ περὶ πολυθεΐας διελέγετο, ἵνα μή τις ἁρπάσῃ τῶν δύο τὸν ἀριθμὸν εἰς πολυθεΐαν, Εἷς καὶ εἷς τέθεικεν. Ὁρᾷς πῶς ἡ Γραφὴ μετὰ πολλῆς τῆς ἀκριβείας κέχρηται τῷ λόγῳ; Τὸ γὰρ, εἷς καὶ εἷς, δύο· ἀλλ' οὐκ ἐροῦμεν τοῦτο, καίτοι τοῦ λογισμοῦ ὑποβάλλοντος. Ἐνταῦθα οὐ λέγεις. Εἷς καὶ εἷς, δύο· ὅπερ δὲ οὐδὲ ὁ λογισμὸς ὑποβάλλει, τοῦτο λέγεις, εἰ ἐγέννησεν, ἔπαθεν. Εἷς γὰρ ὁ Θεὸς, φησὶν, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις. Τί οὖν; καὶ Ἑλλήνων, εἰπέ μοι; Ναί. Καὶ ὁ μὲν Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; Πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; Ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ αὐτοῦ μέρος ἐγένετο· μαρτύριον τὸ πάθος, φησίν.