1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

φησι· "Φέρετέ μοι αὐτὸν ὧδε"· οὕτω καὶ ἐνταῦθα, τοῦ ἱερέως μὴ δυνηθέντος παντὸς δαίμονος χαλεπώτερον νόσημα τὴν ἁμαρτίαν ἐκβαλεῖν, αὐτὸς λοιπὸν ὁ Θεὸς τὸν κάμνοντα μεταχειρίζεται. Καὶ τί ποιεῖ; Λέπραν ἐπαφίησιν αὐτοῦ τῷ μετώπῳ. ["Ἐγένετο γάρ, φησίν, ἐν τῷ ἀπειλῆσαι αὐτὸν τῷ ἱερεῖ, λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ."] Καὶ ἐξῄει λοιπόν. Καθάπερ οἱ τὴν ἐπὶ θάνατον ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες, τῆς καταδικαζούσης σύμβολον ψήφου, οὕτω καὶ αὐτὸς τῆς ἀτιμίας τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων, ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφαλὴν ὠθούσης. Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν· εἰσῆλθεν γενέσθαι σεμνότερος καὶ γέγονεν ἐναγέστερος. Καὶ γὰρ ἰδιώτου παντὸς λοιπὸν ἀτιμότερος ἦν, ἀκάθαρτος ὤν. Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ. Οὐχ ὁρᾷς ταύτην τὴν θάλατταν πῶς ἐστι ταῖς βίαις ἀφόρητος, πόσοις κορυφοῦται τοῖς κύμασιν; Ἀλλ' ὅμως πρὸς ὕψος διανισταμένη μέγα καὶ μετὰ πολλοῦ προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν ἐπάνεισιν. Καίτοι γε τί ψάμμου γένοιτ' ἂν ἀσθενέστερον; Ἀλλ' οὐκ ἐκεῖνό ἐστι τὸ κωλῦον, ἀλλ' ὁ τοῦ θέντος φόβος. Εἰ δὲ οὐ σωφρονίζει σε τοῦτο τὸ παράδειγμα, τὰ κατὰ τὸν Ὀζίαν σε παιδευσάτω, τὰ νῦν ἡμῖν εἰρημένα. Ἀλλ' ἐπειδὴ τὴν ὀργὴν εἴδομεν τοῦ Θεοῦ καὶ τὴν ἀξίαν ἀνταπόδοσιν, φέρε καὶ τὴν φιλανθρωπίαν αὐτοῦ καὶ τὴν πολλὴν ἐπιείκειαν ἐπιδείξωμεν. Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν ἐμβάλωμεν τοὺς ἀκούοντας, μήτε εἰς ῥᾳθυμίαν. Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις ἀμφοτέροις κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων· "Ἰδὲ οὖν τὴν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ", ἵνα καὶ τῷ φόβῳ καὶ ταῖς χρησταῖς ἐλπίσιν ἀναστήσῃ τὸν πεπτωκότα. Εἶδες ἀποτομίαν Θεοῦ; Ἰδὲ καὶ χρηστότητα. Πῶς οὖν ὀψόμεθα τὴν χρηστότητα; Ἂν μάθωμεν τίνων ἄξιος ἦν ὁ Ὀζίας. Τίνων οὖν ἄξιος ἦν; Ἅμα τῶν προθύρων ἐπιβὰς τῶν ἱερῶν μετὰ τοσαύτης ἀναισχυντίας, μυρίων σκηπτῶν καὶ τῆς ἐσχάτης κολάσεως καὶ τιμωρίας. Εἰ γὰρ οἱ πρῶτοι ταῦτα τολμήσαντες ταύτην ἔδοσαν τὴν δίκην, οἱ περὶ ∆αθὰν καὶ Κορὲ καὶ Ἀβειρών, πολλῷ μᾶλλον τοῦτον οὕτω κολάζεσθαι ἔδει, τὸν μηδὲ ταῖς ἐκείνων σωφρονισθέντα συμφοραῖς. Ἀλλ' οὐκ ἐποίησεν οὕτως ὁ Θεός, ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς ἐπιεικείας γέμοντας διὰ τοῦ ἱερέως. Καὶ ὅπερ ὁ Χριστὸς παρῄνεσεν ἀνθρώποις ποιεῖν, ὅταν εἰς ἀλλήλους ἁμάρτωσιν, τοῦτο ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον ἐποίησεν. "Ὅταν γάρ, φησίν, ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου." Οὕτω καὶ τὸν βασιλέα τοῦτον ἤλεγξεν ὁ Θεός. Καὶ ὁ μὲν Χριστός φησιν· "Ἐὰν μὴ ἀκούσῃ σου, ἔσται σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης"· ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. Οὐ γὰρ σκηπτὸν ἀφῆκεν ἄνωθεν, οὐδὲ κατέφλεξε τὴν ἀναίσχυντον κεφαλήν, ἀλλὰ τῇ λέπρᾳ μόνον ἐπαίδευσεν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν τοιαῦτα. Ἐγὼ δὲ ἓν ἔτι μόνον προσθεὶς καταπαύσω τὸν λόγον. Τί δὲ τοῦτό ἐστιν; Ὃ πάλαι καὶ ἐξ ἀρχῆς ἐζητήσαμεν· τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφητείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρόνους ἐπισημαίνεσθαι, οὗτος τοῦτο ἀφείς, τοῦ χρόνου τῆς τελευτῆς μέμνηται τοῦ Ὀζίου, οὑτωσὶ λέγων· "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Καίτοι γε ἐνῆν τοῦ τότε βασιλεύοντος τὸν χρόνον εἰπεῖν, ὥσπερ ἔθος τοῖς προφήταις ἦν· ἀλλ' οὐκ ἐποίησε τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησεν; Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς