29
κατὰ γὰρ τὰς ἄλλας, οἷον ψυχρότητα καὶ ὑγρότητα, σύμφυτον ἔχει τὴν ποιότητα. στρυφνότης δὲ καὶ αὐστηρότης τῷ μᾶλλον καὶ ἧττον στύφειν ἀλλήλων διαφέρουσιν. αἱ μὲν οὖν ἁπλαῖ γευστικαὶ ποιότητες αὗται μόναι σχεδόν εἰσιν· σύνθετοι δὲ μυρίαι. καθ' ἕκαστον γὰρ εἶδος ζῴου καὶ φυτῶν ἰδιάζουσαι ποιότητές εἰσιν. ἄλλης γὰρ ἂν οὕτω τύχῃ χοιρείου ποιότητος ἀντιλαμβανόμεθα καὶ ἄλλης αἰγείου. διὸ καὶ μὴ μαθόντες ὁποῖόν ἐστι τὸ προσενεχθὲν κρέας, ἐν τῇ γεύσει γνωρίζομεν· τοῦτο δὲ οὐκ ἂν ἦν εἰ μὴ διάφορος ἦν ἑκάστου τῶν γευστῶν ἡ ποιότης ὅθεν οὐκ ἄν τις αὐτὰς γενικῶς περιλάβοι, ἀπείρους οὔσας, καὶ πάντως ἀλλήλων διαφερούσας καὶ γὰρ ἐν οἷς ἐπικρατεῖ μία τις τῶν ἁπλῶν ποιοτήτων, καὶ ἐν τούτοις γνώριμος ἡ κατ' εἶδος τῶν γευστῶν διαφορά. ἰσχάδος γοῦν καὶ ἀσταφίδος καὶ φοίνικος μία μὲν ἐπικρατεῖ ποιότης ἡ κατὰ γλυκύτητα, ἀλλ' ἡ γεῦσις διακρίνει τῶν εἰδῶν τὸ διάφορον. 10 περὶ ἀκοῆσ Ἡ δὲ ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων ἐστὶν αἰσθητική· διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειό τητά τε καὶ τραχύτητα καὶ μέγεθος. ὄργανα δὲ καὶ ταύτης τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή, μάλιστα δὲ αὐτῶν τὸ χονδρῶδες γένος, πρὸς γὰρ ψόφους καὶ ἤχους ἐπιτήδειός ἐστιν ὁ χόνδρος. μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα, τῶν ἄλλων πάντων ζῴων τῶν ἐχόντων ὦτα κινούντων αὐτά. 11 περὶ ὀσφρήσεωσ Ἡ δὲ ὄσφρησις γίνεται μὲν διὰ τῶν ῥινῶν, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων τοῦ ἐγκεφάλου κοιλιῶν. αὗται γὰρ ἀτμοειδέσταται τὴν φύσιν οὖσαι τῶν ἀτμῶν ῥᾳδίως ἀντιλαμβάνονται. λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἕκαστον τῶν αἰσθητηρίων καθ' ὁμοιότητά τινα καὶ οἰκειότητα τῶν ἰδίων αἰσθητῶν ἀντιλαμβάνεται. οὐ μὴν ὥσπερ τοῖς ἄλλοις αἰσθητηρίοις νεῦρον αἰσθητικὸν κατέπεμψεν ὁ ἐγκέφαλος οὕτω καὶ τῇ ὀσφρήσει· ἀλλὰ τοῖς πέρασιν ἑαυτοῦ τῶν νεύρων ἀναπληροῖ τὴν χρείαν καὶ τὴν τῶν ἀτμῶν ἀνάδοσιν δέχεται. τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορὰ εὐωδία τέ ἐστι καὶ δυσωδία, καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεφθέντων· μέσως δὲ ἡ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδ' ὅλως ἡ δυσωδία. 12 περὶ τοῦ διανοητικοῦ Τοῦ μὲν οὖν φανταστικοῦ ἥ τε δύναμις καὶ τὰ ὄργανα καὶ τὰ μόρια καὶ τῶν μορίων ἡ κοινωνία τε καὶ διαφορὰ τὸν ἐνδεχόμενον τρόπον ὡς ἐν βραχέσιν ἱκανῶς εἴρηται· τοῦ δὲ διανοητικοῦ εἰσι γενικῶς μὲν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ ἀποφυγαὶ καὶ ὁρμαί· εἰδικῶς δὲ αἵ τε νοήσεις τῶν ὄντων καὶ αἱ ἀρεταὶ καὶ ἐπιστῆμαι καὶ τῶν τεχνῶν οἱ λόγοι καὶ τὸ βουλευτικὸν καὶ προαιρετικόν· τοῦτο δέ ἐστιν τὸ καὶ διὰ τῶν ὀνείρων θεσπίζον ἡμῖν τὸ μέλλον, ἥνπερ μόνην ἀληθῆ μαντείαν οἱ Πυθαγόρειοι λέγουσιν εἶναι, τοῖς Ἑβραίοις ἀκολουθήσαντες. ὄργανον δὲ καὶ τούτου ἡ μέση κοιλία τοῦ ἐγκεφάλου καὶ τὸ ψυχικὸν πνεῦμα τὸ ἐν αὐτῇ. 13 περὶ τοῦ μνημονευτικοῦ Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον· ἔστι δὲ μνήμη ὡς μὲν Ὠριγένης φησὶν φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ' ἐνέργειαν φαινομένης· ὡς δὲ Πλάτων, σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως. ἡ γὰρ ψυχὴ τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται καὶ γίνεται δόξα· τῶν δὲ νοητῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόησις. ὅταν οὖν τοὺς τύπους ὧν τε ἐδόξασεν ὧν τε ἐνόησεν διασῴζῃ μνημονεύειν λέγεται. ἔοικεν δὲ νόησιν λέγειν ὁ Πλάτων ἐν τούτοις οὐ τὴν κυρίως νόησιν ἀλλὰ τὴν διανόησιν. τὰ μὲν γὰρ αἰσθητὰ μνημο νεύεται καθ' ἑαυτὰ τὰ δὲ νοητὰ κατὰ συμβεβηκός, ἐπειδὴ καὶ τῶν διανοητῶν ἡ μνήμη ἐκ προλαβούσης φαντασίας περιγίνεται· τὰ δὲ κυρίως νοητὰ ὅτι μὲν ἐμάθομεν ἢ ἠκούσαμεν μεμνήμεθα· τῆς δὲ οὐσίας αὐτῶν μνήμην οὐκ ἔχομεν· οὐ γὰρ ἐκ προηγησαμένης φαντασίας ἡ τῶν νοητῶν ἀνάληψις, ἀλλ' ἐκ μαθήσεως ἢ φυσικῆς ἐννοίας. εἰ δὲ μνημονεύειν λεγόμεθα ἃ πρότερον εἴδομεν ἢ ἠκούσαμεν ἢ ἄλλως πως ἔγνωμεν· τὸ δὲ πρότερον τὴν ἀναφορὰν ἔχει πρὸς τὸν παρελθόντα χρόνον, δῆλον ὡς