30
παῖδες δέ, γνησίας καὶ τῆς σώφρονος ἔκγονα, μειδιῶσι προσώποις τὴν μητέρα περιεσκίρτων καὶ τὸ πολύδακρυ πένθος μετεσκευάσθη εἰς εὐφροσύνην. Ὑμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, εὐσεβεστάτης καὶ ψυχωφελοῦς ἱστορίας ἀκούσαντες μὴ ἀδιαφόρως τὴν ἀκοὴν παραδράμητε, ἀλλὰ παιδείαν καὶ ἄσκησιν τοῦ ὑμετέρου βίου τὸν λόγον ποιήσασθε. 6.7.3 Αἱ γυναῖκες, ζηλώ σατε τὴν Σωσάνναν· οὕτως φυλάξατε τοῖς ἀνδράσι τὴν σωφροσύνην ὡς ἐκείνη τῷ ἑαυτῆς· παθεῖν τε καὶ κινδυνεῦσαι κατεδέξατο μᾶλλον ἢ μοιχείᾳ σπιλῶσαι τὸν βίον· μοιχεία Θεὸν παροργίζει, ἄνδρα καταισχύνει, οἴκους καὶ ἑστίας ἐξαφανίζει, παῖδας ἀμφιβόλους ἐργάζεται. Οἱ πρεσ βύται, τοὺς τοιούτους μισήσατε γέροντας· οἱ δυνάσται, φοβήθητε τῶν κριτῶν τῶν παρανόμων τὸ τέλος· 6.7.4 οἱ νέοι, μιμήσασθε τὸν ἡλικιώτην τὸν νέον, ἵν' οὕτως ἑκάστης ἡλικίας εἰς τὸν τύπον τῶν καλῶν μορφωθείσης τὸ πᾶν πλήρωμα τῆς ἐκκλησίας ἅγιον καὶ εὐδόκιμον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, ᾧ πρέπει δόξα, κράτος, τιμὴ σὺν τῷ συνανάρχῳ πατρὶ καὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν ἐκ κοιλίας τυφλόν
7.1.1 Ἠκούσαμεν ἀρτίως τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τοῦ τὸν ἁλιέα καὶ χειροτέχνην συγγραφέα καὶ λογογράφον ἐργασαμένου θείων ὄντως καὶ ὑψηλῶν ὑποθέσεων. Ἐξηγήσατο γὰρ ἡμῖν πολλὴν καὶ μακρὰν τοῦ Κυρίου διάλεξιν, δι' ἧς τὸν ἀπειθῆ λαὸν καὶ δυσήκοον τὴν τοῦ πατρὸς καὶ υἱοῦ θεογνωσίαν ἐπαίδευεν τῆς μοναρχικῆς ἐννοίας τῶν Ἑβραίων ἀπάγων τοὺς λογισμούς, ἀνοίγων δὲ αὐτοῖς τὴν θύραν τῆς χαρίτος ἐκ τῆς νομικῆς παραδόσεως, καὶ πρὸς τὴν καινὴν ∆ιαθήκην ἐκ τῆς παλαιᾶς ἠρεμαίως ἄγων, ὡς ἐκ τῆς ἐρήμου πρότερον ἐπὶ τὴν γῆν τὴν πλουσίαν καὶ εὔκαρπον. 7.1.2 Ἀλλ' ὅμως δεικνύντος αὐτοῦ ποικίλως καὶ τὴν ἰδίαν ὕπαρξιν, ὡς προαιώνιος ὑπάρχει καὶ ἀεὶ τῷ πατρὶ συνημμένη, καὶ διαρρήδην τοῖς κωφοῖς ἐμβοῶντος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὔτε τοῦ λόγου μαθόντες τὴν δύναμιν, οὔτε διά τινος ἐπιστήμονος ἀντιρρήσεως τὸ μὴ παραδεχθὲν διελέγξαντες ἐπὶ τοὺς λίθους ἀντὶ τῶν λόγων ἐχώρουν· καὶ πόρρωθεν τοῦ σταυροῦ τὰς φονικὰς χεῖρας πρὸς τὴν μιαιφονίαν ἐγύμναζον. 7.1.3 Ὁ δὲ κρίνας πανταχοῦ μακροθύμως ἔχειν πρὸς τὸν ὑβριστὴν δῆμον καὶ βλάσφημον, ἐξέκλινεν αὐτῶν τὴν ὀργὴν καὶ τὸν θόρυβον οὐ ταπεινῶς ἀποδιδράσκων, ἀλλὰ θεϊκῶς· ὃς ἐν μέσῳ τε εἱστήκει καὶ ψηλαφώμενος οὐκ ἐβλέπετο καὶ τοῖς φλεγμαίνουσι προστριβόμενος οὐχ ὁρᾶτο, ἀλλ' εἱστήκεσαν ἐνεοὶ τῇ μὲν προαιρέσει φονῶντες, καθ' ὅτου δὲ τὴν ὀργὴν ἐκπληρώσουσιν οὐκ εὑρίσκοντες· 7.1.4 ὅμοιοι θηρευταῖς ἀπείροις, οἳ ἐπειδὰν πρὸ καιροῦ τὴν θήραν ἀνασοβήσωσιν, ὑποδραμούσης τῆς ἐλάφου λόχμην τινὰ καὶ ἀφανῶς ἐξελθούσης, εἰκῆ πλανῶνται κατὰ τὴν νάπην ἄχθος περιττὸν τὰ δίκτυα φέροντες καὶ μάτην τοὺς σκύλακας ἐφελκόμενοι. 7.2.1 Ἐγὼ δέ, εἰ καὶ τὰ ἄλλα φαῦλος οἰκέτης, τούτου γοῦν οὐκ ἐξελα 7.2.1 θόμην, ὅτι δοῦλός εἰμι καί με προσῆκεν ὑπὲρ τοῦ ∆εσπότου κατὰ τῶν ὑβριστῶν ἐξανίστασθαι. ∆ιὸ καὶ κεκράξομαι πρὸς τοὺς Ἑβραίους ὡς παρόντας σήμερον καὶ παρὰ τῆς μανίας ἐνεργουμένους· Βάλλετε, μιαροί, λίθοις τὸν εὐεργέτην; τίς γὰρ ὑμᾶς ἐκ πέτρας ἐπότισε; βάλλετε λίθοις τὸν πλαξὶ λιθίναις τὸν βίον ὑμῶν κακονίσαντα; 7.2.2 βάλλετε τὸν ἐκλεκτὸν λίθον καὶ ἔντιμον, ὃν Ἡσαΐας ὑμῖν προεφήτευσε; βάλλετε τὸν νοητὸν λίθον τὸν τῆς ἀκροτόμου πέτρας ἀπορραγέντα ἄνευ χειρὸς ἀνθρωπίνης, ὡς ὁ θεσπέσιος ∆ανιὴλ ὑμᾶς ἐδίδαξε; βάλλετε λίθοις τὸν ἀκρογωνιαῖον τὸν τοὺς δύο