1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

ἑαυτῶν ἁψῖδας ταῖς 25.6 ἔξωθεν δι' ἴσου συγκατεσκευασμένας. ἄνω δὲ τῶν ὀκτὼ τούτων ἁψίδων διὰ τὴν συμμετρίαν τῶν ὑπερκειμένων θυρίδων ὁ ὀκτάγωνος οἶκος ἐπὶ τέσσαρας αὐξηθήσεται πήχεις. τὸ δὲ ἀπ' ἐκείνου στρόβιλος ἔσται κωνοειδής, τῆς εἱλήσεως τὸ σχῆμα τοῦ ὀρόφου ἐκ πλατέος εἰς ὀξὺν σφῆνα κατακλειούσης. διάστημα δὲ κατὰ τὸ πλάτος ἑκάστου τῶν 25.7 τετραγώνων οἴκων ὀκτὼ πήχεις ἔσται, ἡμιολίῳ δὲ πλέον εἰς τὸ μῆκος, ὕψος δὲ ὅσον ἡ ἀναλογία τοῦ πλάτους βού25.8 λεται. τοσοῦτον ἔσται καὶ ἐπὶ <τῶν> ἡμικυκλίων· ὡσαύτως ὅλον μὲν εἰς ὀκτὼ πήχεις τὸ μεταξὺ τῶν πεσσῶν διαμε τρεῖται· ὅσον δὲ δώσει ἡ τοῦ διαβήτου περιγραφή, ἐν τῷ μέσῳ τῆς πλευρᾶς πηγνυμένου τοῦ κέντρου καὶ ἐπὶ τὸ ἄκρον αὐτῆς διαβαίνοντος, τοσοῦτον πλάτος ἕξει· τὸ δὲ ὕψος ἡ 25.9 ἀναλογία τοῦ πλάτους καὶ ἐπὶ τούτων ποιήσει. τὸ δὲ τοῦ τοίχου βάθος ἔξωθεν τῶν κατὰ τὸ ἐντὸς μεμετρημένων διαστημάτων, <ὂν> τριῶν ποδῶν, ὅλον περιδραμεῖται τὸ ἔργον. 25.10 Ταῦτά σου τῆς ἀγαθότητος μετὰ σπουδῆς κατελήρησα τοῦτον ἔχων σκοπόν, ὥστε σε διά τε τοῦ βάθους τῶν τοίχων καὶ διὰ τῶν ἐν μέσῳ διαστημάτων ἐπιγνῶναι δι' ἀκριβείας εἰς ὅ τι κεφαλαιοῦται μέτρον ὁ τῶν ποδῶν ἀριθμός· διότι περιδέξιός ἐστί σοι πάντως ἡ φρόνησις, ὅπουπερ ἂν θέλῃς, ἐν ἐκείνῳ κατὰ θεοῦ χάριν εὐοδουμένη, καὶ δυνατὸν ἔσται σοι διὰ τῆς κατὰ λεπτὸν συναριθμήσεως ἐπιγνῶναι τὸ συναθροιζόμενον ἐκ πάντων κεφάλαιον, ὡς μήτε πλείονας μήτε ἐνδέοντας τῆς χρείας ἡμῖν τοὺς οἰκοδόμους 25.11 ἐκπέμψαι. τούτου δὲ μάλιστα παρακλήθητι πολλὴν ποιήσασθαι τὴν φροντίδα, ὡς εἶναί τινας ἐξ αὐτῶν καὶ τὴν ἀνυπόσκευον εἵλησιν ἐπισταμένους· ἔμαθον γὰρ ὅτι τοιοῦτο γινόμενον μονιμώτερόν ἐστι τοῦ ἐπαναπαυομένου τοῖς ὑπερείδουσιν· ἡ γὰρ τῶν ξύλων σπάνις εἰς ταύτην ἄγει ἡμᾶς τὴν ἐπίνοιαν, ὥστε λίθοις ἐρέψαι τὸ οἰκοδόμημα ὅλον διὰ τὸ 25.12 μὴ παρεῖναι τοῖς τόποις ἐρέψιμον ὕλην. πεπείσθω δὲ ἡ ἀψευδής σου ψυχὴ ὅτι τῶν ἐνταῦθά τινες τριάκοντά μοι τεχνίτας συνέθεντο εἰς τὸν χρύσινον ἐπὶ τῷ τετραπεδικῷ ἔργῳ, δηλαδὴ καὶ τῆς τετυπωμένης τροφῆς τῷ χρυσίνῳ ἀκολουθούσης· ἡμῖν δὲ ἡ τοιαύτη τῶν λίθων οὐ πάρεστιν, ἀλλ' ὀστρακίνη πλίνθος ὕλη τοῦ οἰκοδομήματος ἔσται καὶ οἱ ἐπιτυχόντες λίθοι, ὡς μὴ εἶναι αὐτοῖς ἀνάγκην τρίβειν τὸν χρόνον ἐν τῷ τὰ μέτωπα τῶν λίθων συγχέειν ἐναρμονίως πρὸς ἄλληλα. ἐγὼ δὲ κατὰ τὴν τέχνην καὶ τὴν περὶ τὸν μισθὸν εὐγνωμοσύνην ἐπίσταμαι τοὺς αὐτόθεν κρείττους εἶναι τῶν 25.13 ἐνταῦθα κατεμπορευομένων τῆς χρείας ἡμῶν. τὸ δὲ τῶν λαοξόων ἔργον οὐ μόνον ἐν τοῖς κίοσίν ἐστι τοῖς ὀκτώ, οὓς χρὴ αὐτοὺς τῷ καλλωπισμῷ βελτιῶσαι, ἀλλὰ βωμοειδεῖς σπείρας ἀπαιτεῖ τὸ ἔργον καὶ κεφαλίδας διαγλύφους κατὰ τὸ 25.14 Κορίνθιον εἶδος. καὶ εἴσοδος ἐκ μαρμάρων τῷ καθήκοντι κόσμῳ κατειργασμένων, <καὶ> καθυπερκείμενα τούτων θυρώματα τοιαύταις γραφαῖς τισι, καθὼς ἔθος ἐστίν, εἰς κάλλος κατὰ τὴν τοῦ γεισίου προβολὴν ἐξησκημέναὧν πάντων αἱ μὲν ὕλαι δῆλον ὅτι παρ' ἡμῶν πορισθήσονται, τὸ δὲ ἐπὶ τῇ ὕλῃ εἶδος ἡ τέχνη δώσει, πρὸς τούτοις δὲ καὶ κατὰ τὸ περίστῳον κίονες, οὐχ ἥττους ὄντες τῶν τεσσαράκοντα, λαοξικὸν ἔργον καὶ οὗτοι πάντως εἰσίν. 25.15 Εἰ τοίνυν ἐνέφηνεν ὁ λόγος δι' ἀκριβείας τὸ ἔργον, δυνατὸν ἂν γένοιτό σου τῇ ὁσιότητι κατιδούσῃ τὴν χρείαν διὰ πάντων ἡμῖν παρασχεῖν τὸ ἐπὶ τοῖς τεχνίταις ἀμέριμνον. εἰ δὲ μέλλοι τὸ πρὸς ἡμῶν ὁ τεχνίτης συντίθεσθαι, προσκείσθω, εἴπερ οἷόν τε, φανερὸν μέτρον τοῦ ἔργου τῇ ἡμέρᾳ, ἵνα μή, ἄπρακτος παρελθὼν τὸν χρόνον, μετὰ ταῦτα μὴ ἔχων ἐπιδεῖξαι τὸ ἔργον, ὡς τοσαύταις ἡμέραις 25.16 ἡμῖν ἐργασάμενος τὸν ὑπὲρ αὐτῶν μισθὸν ἀπαιτῇ. οἶδα δ' ὅτι μικρολόγοι τινὲς τοῖς πολλοῖς δόξομεν, οὕτω περὶ τὰς συνθήκας διακριβούμενοι· ἀλλὰ παρακλήθητι συγγνώμην ἔχειν· ὁ γὰρ Μαμωνᾶς ἐκεῖνος, πολλὰ πολλάκις παρ' ἡμῶν ἀκούσας κακῶς, τέλος ἀπῴκισεν ἑαυτὸν ἡμῶν ὡς πορρωτάτω, μισήσας οἶμαι τὴν ἀεὶ γινομένην κατ' αὐτοῦ φλυαρίαν, καί τινι χάσματι ἀδιαβάτῳ, τῇ πενίᾳ λέγω, ἑαυτὸν ἡμῶν διετείχισεν, ὡς μήτε ἐκεῖνον πρὸς ἡμᾶς ἐλθεῖν μήτε ἡμᾶς πρὸς ἐκεῖνον