1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

30

ἐξουσιαστής.» Καὶ σκόπει μοι προφητῶν σύνεσιν καὶ πνευματικὴν σοφίαν. Ἵνα γὰρ μὴ ἁπλῶς εἰπόντες Θεόν, νομισθῶσι περὶ τοῦ Πατρὸς λέγειν, τῆς οἰκονομίας πρότερον μέμνηνται· οὐ γὰρ δὴ ὁ Πατὴρ διὰ παρθένου ἐγεννήθη, οὐδὲ παιδίον ἐγένετο. Πάλιν ἕτερος προφήτης οὑτωσί πώς φησι περὶ αὐτοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ περὶ τίνος τοῦτό φησιν; ἆρα μὴ περὶ τοῦ Πατρός; Οὐδαμῶς· ἄκουσον γὰρ πῶς καὶ οὗτος περὶ τῆς οἰκονομίας ἐμνήσθη· εἰπὼν γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», ἐπήγαγεν· «Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὁ Παῦλος δέ· «Ἐξ ὧν ὁ Χριστός, τὸ κατὰ σάρκα, φησίν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν», καὶ πάλιν· «Πᾶς πόρνος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ», καὶ πάλιν· «Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ Ἰωάννης δὲ οὕτως αὐτὸν καλεῖ λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.» Ναί, φησίν, ἀλλ' ἐκεῖνο δεῖξον, ποῦ μετὰ τοῦ Πατρὸς αὐτὸν συντάττουσα ἡ Γραφὴ Κύριον τὸν Πατέρα καλεῖ. Ἐγὼ δὲ οὐ τοῦτο δείκνυμι μόνον, ἀλλ' ὅτι καὶ Κύριον τὸν Πατέρα καλεῖ καὶ Κύριον τὸν Υἱὸν καὶ ὅτι Θεὸν τὸν Πατέρα καλεῖ καὶ ὅτι Θεὸν τὸν Υἱόν, ὁμοῦ τιθεὶς ἑκάτερα τὰ ὀνόματα. Ποῦ οὖν τοῦτό ἐστιν εὑρεῖν; ∆ιαλεγόμενός ποτε τοῖς Ἰουδαίοις ὁ Χριστός φησι· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;» Οἱ δὲ λέγουσιν αὐτῷ· «τοῦ ∆αυίδ». Λέγει αὐτοῖς· «Πῶς οὖν ∆αυὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου;» Ἰδοὺ «Κύριος» καὶ «Κύριος». Βούλει μαθεῖν ποῦ Θεὸν καὶ Θεὸν καλεῖ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοῦ τιθεῖσα ἡ Γραφή; ἄκουσον καὶ τοῦ προφήτου ∆αυὶδ καὶ τοῦ ἀποστόλου Παύλου τοῦτο αὐτὸ δηλούντων ἡμῖν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καὶ ὁ Παῦλος πάλιν τὴν μαρτυρίαν ταύτην παρήγαγεν εἰπὼν ὅτι «Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱόν· ὁ θρόνος σου, ὦ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τίνος οὖν ἕνεκεν ἐνταῦθα, φησί, τὸν μὲν Θεὸν Πατέρα ἐκάλεσε, τὸν δὲ Υἱὸν Κύριον; Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας. Ἵν' οὖν μὴ λέγωσιν ὅτι ἡμῖν ἐγκαλῶν ὡς πολλοὺς θεοὺς λέγουσι καὶ πολλοὺς κυρίους, αὐτὸς ἁλίσκῃ τοῖς ἐγκλήμασι τούτοις θεοὺς λέγων, καὶ οὐ Θεόν· διὰ τοῦτο συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἑτέρῳ καλεῖ τὸν Υἱὸν ὀνόματι τὴν αὐτὴν δύναμιν ἔχοντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνωθεν ἀναγνῶμεν αὐτὸ τὸ χωρίον, καὶ εἴσεσθε σαφῶς ὅτι οὐχ ἡμέτερός ἐστι στοχασμὸς τὸ λεγόμενον· «Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.» Ὁρᾷς ὅτι πρὸς ἐκείνους ἀποτεινόμενος ταῦτα λέγει τοὺς πολλοὺς νομίζοντας εἶναι θεούς; Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς-πάλιν πρὸς ἐκείνους μάχεται -ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί-τοῦτ' ἔστι λεγόμενοι-ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. ∆ιὰ τοῦτο καὶ τὸ «εἷς» προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι βουλόμενος λαβήν. Τοῦτο γοῦν καὶ αἴτιον γέγονε τοῦ μὴ σαφῶς μηδὲ φανερῶς, ἀλλ' ἀμυδρῶς πως καὶ σπανίως διὰ τῶν