1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

30

ἐχθρῶν, καὶ αἱ προσθῆκαι τῶν διωγμῶν προσθῆκαι πλείονος παρρησίας ἦσαν αὐτῷ καὶ μείζονος θάρσους ὑπόθεσις. 7.11 Συνεκλείσθη γοῦν ποτε, καὶ τοσοῦτον ἐξέλαμψεν, ὥστε καὶ τὰ θεμέλια τινάξαι, καὶ τὰς θύρας ἀναπετάσαι, καὶ τὸν δεσμοφύλακα μεταστῆσαι πρὸς ἑαυτόν, καὶ τὸν δικάζοντα μικροῦ μεταπεῖσαι, ὡς καὶ αὐτὸν ἐκεῖνον λέγειν· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Πάλιν ἐλιθάζετο, καὶ τὴν καταλεύουσαν πόλιν εἰσελθὼν μετέθηκεν. Ἐκάλεσαν αὐτὸν ὡς μέλλοντες κρίνειν, ποτὲ μὲν Ἰουδαῖοι, ποτὲ δὲ Ἀθηναῖοι, καὶ γεγόνασιν οἱ δικασταὶ μαθηταί, οἱ ἀντίδικοι ὑπήκοοι. Καὶ καθάπερ πῦρ ἐμπεσὸν εἰς διαφόρους ὕλας μᾶλλον αὔξεται, καὶ προσθήκην λαμβάνει τὴν ὑποκειμένην ὕλην· οὕτω καὶ ἡ γλῶσσα Παύλου, ὅσοις ἂν συνεγένετο, πρὸς ἑαυτὸν αὐτοὺς μεθίστη, καὶ οἱ πολεμοῦντες αὐτῷ τοῖς ἐκείνου λόγοις ἁλόντες τροφὴ ταχέως ἐγίγνοντο τῷ πνευματικῷ τούτῳ πυρί, καὶ δι' αὐτῶν πάλιν ὁ λόγος ᾔρετο, καὶ ἐφ' ἑτέρους προῄει. ∆ιὸ καὶ ἔλεγε· ∆έδεμαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐφυγάδευον αὐτόν· καὶ τὸ μὲν πρᾶγμα δίωξις ἦν, τὸ δὲ συμβαῖνον, ἀποστολὴ διδασκάλων. Καὶ ὅπερ ἂν ἐποίησαν φίλοι καὶ συντεταγμένοι, τοῦτο ἐποίουν οἱ πολέμιοι, οὐκ ἐῶντες ἐν ἑνὶ ἱδρυθῆναι χωρίῳ, ἀλλὰ πανταχοῦ περιάγοντες τὸν ἰατρόν, δι' ὧν ἐπεβούλευον, δι' ὧν ἤλαυνον, ὡς πάντας ἀκοῦσαι τῆς ἐκείνου γλώττης. Ἔδησαν πάλιν αὐτόν, καὶ μᾶλλον παρώξυναν· τοὺς μαθητὰς ἤλασαν, καὶ τοῖς οὐκ ἔχουσι διδάσκαλον ἔπεμψαν· ἐπὶ μεῖζον ἤγαγον δικαστήριον, καὶ τὴν μείζονα ὠφέλησαν πόλιν. 7.12 ∆ιὸ καὶ ἀλγοῦντες οἱ Ἰουδαῖοι περὶ τῶν ἀποστόλων ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ∆ι' ὧν, φασί, προαιρούμεθα, διὰ τούτων αὔξομεν. Παρέδωκαν τῷ δεσμοφύλακι, ἵνα ἀκριβῶς αὐτὸν κατάσχῃ· ὁ δὲ ἀκριβέστερον ἐδέθη ὑπὸ Παύλου. Μετὰ δεσμωτῶν ἔπεμψαν, ἵνα μὴ φύγῃ· ὁ δὲ τοὺς δεσμώτας κατήχησε· διὰ τῆς θαλάσσης ἔπεμψαν, ἵνα καὶ ἄκοντες παρασκευάσωσι ταχέως ἀνυσθῆναι τὴν ὁδόν· καὶ τὸ ναυάγιον τὸ συμβὰν ἐγένετο διδασκαλίας ὑπόθεσις τοῖς συμπλέουσι· μυρίας ἠπείλουν κολάσεις, ἵνα σβεσθῇ τὸ κήρυγμα, τὸ δὲ ᾔρετο μᾶλλον. Καὶ ὥσπερ ἐπὶ τοῦ ∆εσπότου ἔλεγον οἱ Ἰουδαῖοι· Ἀποκτείνωμεν αὐτόν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ τοὐναντίον συνέβη, -ἐπειδὴ γὰρ ἀπέκτειναν αὐτόν, διὰ τοῦτο ἦραν οἱ Ῥωμαῖοι καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν πόλιν, καὶ ἅπερ ἐνόμιζον εἶναι κωλύματα, ταῦτα ἐγένετο βοηθήματα τοῦ κηρύγματος-, οὕτω καὶ Παύλου κηρύττοντος, ἅπερ ἐπῆγον ἐκεῖνοι τὸν λόγον ἐκκόπτοντες, ταῦτα αὐτὸν ηὔξησε, καὶ εἰς ὕψος ἐπῆρεν ἄφατον. 7.13 ∆ιὰ δὴ ταῦτα πάντα εὐχαριστήσωμεν τῷ εὐμηχάνῳ Θεῷ, μακαρίσωμεν τὸν Παῦλον, δι' οὗ ταῦτα γέγονεν, εὐξώμεθα καὶ αὐτοὶ τῶν αὐτῶν ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.» Καὶ ταχεῖα ἡ τῆς κόρης βοήθεια· ἀφανοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν. Τῷ νυμφίῳ δὲ ἡ νύμφη παρειστήκει που ψάλλουσα· «∆ικαίως ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Μάθωμεν δὴ καὶ ἡμεῖς τοὺς κατὰ τῶν σαρκικῶν τῆς ἐγκρατείας ἀγῶνας, ἐπιστρατεύσωμεν ἡδοναῖς ὡς ἡ μάρτυς, ὑπὲρ σαρκὸς κατὰ σαρκὸς ὁπλισώμεθα, τῇ τῆς ἀναστάσεως τὰ μέλη προευτρεπίσωμεν δόξῃ, μὴ κρατώμεθα τέρψεσι τὰ τῆς γεέννης ὀδυνηρὰ προξενούσαις, φεύγωμεν τὸ ἡδύ, ἵνα μὴ τὸ ὄντως ἡδὺ ἀφ' ἡμῶν δραπετεύσῃ. Ἡ χήρα τῷ τεθνεῶτι συνοίκῳ τηρείτω τὴν εὔνοιαν ὡς πάλιν εἰς