1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

30

οὐδὲν ἔχοντες, τὴν εἰρήνην εἶχον ὄντως, ἣν ἀφῆκεν αὐτοῖς ὁ Θεός. Εἰρήνην, φησὶ, τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Κατῃσχύνθησαν, ὅτι. Πῶς κατῃσχύνθησαν; τουτέστιν οὐ παρεγένοντο ἄλλ. παρεγένετο τοῖς λόγοις ἡ διὰ τῶν πραγμάτων μαρτυρία. Ἠλέγχοντο διὰ τῶν ἔργων αὐτῶν. Εἰ γὰρ καὶ ὁ πόλεμος μὴ παρῆν, ἀλλὰ τὰ τοῦ πολέμου προοίμια· καὶ οὐδὲ οὕτως ἐνέδωκάν πως. Ὁρᾷς ὅτι τῶν σημείων οὐ χρεία πρὸς τὴν κακῶς διακειμένην ψυχήν; διὰ τοῦτό φησι, Πεσοῦνται ἐν πτώσει αὐτῶν. Στῆτε ἐπὶ ταῖς ὁδοῖς. Ὅρα τὸ ἐλεύθερον, καὶ ἀκατανάγκαστον· καὶ πῶς οὐχ αὑτοῦ ἕνεκεν, ἀλλ' ἡμῶν, βούλεται δουλεύειν ἡμᾶς αὐτούς. Ἐπιτρέπει τῆς ὁδοῦ τὴν αἵρεσιν. Ἴδετε ποία ἐστὶν ὁδὸς ἀγαθή· πάσας καταμάθετε, 64.828 φησὶ, μετὰ ἀκριβείας, καὶ τὴν ἐμὴν, καὶ τὴν μὴ ἐμὴν, καὶ μάθετε, καὶ μὴ λάβετε τὴν ἐμὴν, ἀλλὰ τὴν ἀγαθήν. Καὶ πάντως τὴν ἐμὴν εὑρήσετε ταύτην οὖσαν· εἰ μὲν γὰρ τὸ ἐμαυτοῦ ἐσκόπουν, ἔλεγον, ὅτι Πάντως τὴν ἐμήν· νῦν δὲ οὐχ ἁπλῶς τὴν ἐμὴν, ἀλλὰ τὴν ὑμῖν συμφέρουσαν. Καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ. Ὃ λέγει τοῦτό ἐστι· Κρείττους γίνεσθε, καὶ ἐξ αἰῶνος δοκιμάσατε τίς ἐστιν ἀληθῶς Κύριος· ἡ δὲ δοκιμασία γενέσθω ἀπὸ τῶν ἔργων. Τὸ γὰρ, Τρίβους Κυρίου αἰωνίας, τουτέστι, τὰ ἔργα τοῦ Θεοῦ τὰ ἐξ αἰῶνος γενόμενα, νόμον τὸν ἐν τῇ κτίσει τεθέντα. Καὶ τοῦτο δοκιμάσαντες, ἐκτράπητε τῶν εἰδώλων, καὶ δουλεύσατε τῷ Θεῷ· ἀλλ' ὅμως οὐκ ἐδέξαντο τὴν παραίνεσιν. Οὐ λέγω, ὅτι τοσοῦτον χρόνον ἐλάβετε πεῖραν. Ἀλλὰ τί νῦν ἐπιτρέπω τὴν ἐξέτασιν, καὶ τὴν αἵρεσιν μετὰ τοσοῦτον χρόνον; Καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ∆ύο τὰ μεγάλα ἀγαθὰ, ὧν ἴσον οὐδὲν ἄν ποτε γένοιτο, ἀνάπαυσις, ἄλλ. ἀνάπαυσιν οὐχ ἁπλῶς τοῖς σώμασιν, ἀλλὰ ταῖς ψυχαῖς· ταύτης γὰρ ἀναπαυομένης, οὐδέν ἐστιν ὃ τὸ σῶμα διαλυμαίνεται ἄλλ. λυμαίνεται, ὥσπερ οὖν θλιβομένης, οὐκ ἔστιν οὐδὲν ὃ τὸ σῶμα ἀναπαῦσαι δύναται. Κατέστησα ἐφ' ὑμᾶς σκοπούς, τουτέστι προφήτας. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπον, Οὐκ ἀκουσόμεθα. Τουτέστι, προέλεγον οἱ προφῆται τὰ δεινὰ, καὶ πείθεσθαι οὐκ ἐβούλοντο. Ἵνα εἴπῃ, ∆ι' ὅλου ὅτι οὔτε παραίνεσιν ἐκ τῶν συμφορῶν δέχονται, οὔτε ἐκ τῆς ἐφόδου τῶν πολεμίων σωφρονέστεροι γεγόνασιν. Σκοποὺς καὶ σάλπιγγας, τοὺς προφήτας φησί· τί ἢ πότε; ὅτι προορῶσι τὸ μέλλον, ὅτι μεγάλῃ τῇ φωνῇ προλέγουσι τὰ ἐσόμενα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη. Τοῦτο προφητεία τίς ἐστιν· ζώντων αὐτῶν οὐκ ἤκουσαν Ἰουδαῖοι, καὶ ἀποθανόντων ἀκούομεν ἡμεῖς, οὐ τόπῳ διῳκισμένοι μόνον, ἀλλὰ καὶ τῷ πολλῷ χρόνῳ διειργόμενοι. Ἑτέροις ἀπεστάλησαν οἱ προφῆται, καὶ ἑτέρους ἐπεσπάσαντο πρὸς οὓς οὐκ ἀπεστάλησαν. Οὕτως ἦσαν χρήσιμοι, οὕτω συμφέροντες, ὡς τοὺς μηδὲν προσήκοντας ἀκοῦσαι αὐτῶν. Ὑμῖν ἐδόθησαν, ὑμεῖς οὐ παρέβητε, καὶ ἕτεροι ἤκουσαν αὐτῶν. Ἄκουε, γῆ. Ὁρᾷς ὅταν αὐτοὶ μὴ ἀκούσωσι, πῶς πρὸς τὰ στοιχεῖα διαλέγεται; Ἐπειδὴ γὰρ εἶπον, Οὐκ ἀκουσόμεθα, φησίν· Ἄκουε, γῆ. Οὐ πρότερον αὐτοῖς ἐπάγει, ἀλλ' αὐτοὶ τὴν κακίαν ἐφέλκονται. Ἰδοὺ ἐγώ. Ὅτι τῷ λόγῳ μου οὐ προσέσχον. Ὅρα πανταχοῦ, οὐ τὸ μὴ πράττεσθαι τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τὸ μὴ ἀκούεσθαι, τιμωρίαν ἔχει. Ποία γὰρ χρημάτων δαπάνη, ποῖος σωμάτων πόνος πρὸς τὸ ἀκοῦσαι; 64.829 Ἵνα τί μοι λίβανον ἐκ Σαβὰν φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Βούλεται εἰπεῖν, ὅτι Οὐ δέομαι τῶν προσκομιδῶν, οὐδὲ χρεία πόνων, μόνον δὲ τῆς περὶ τὸ καλὸν διαθέσεως. Σαβὰ δὲ χώρα ἐστὶν Ἰνδῶν. Ἐπειδὴ εἶπεν, ὅτι Τὸν νόμον μου ἀπώσαντο, ἵνα μὴ ἀνθυπενέγκωσι, Καὶ πῶς ἀπωσάμεθα τὸν νόμον καθημέραν θυσιάζοντες, καὶ τὸν λιβανωτὸν θυμιῶντες; πρὸς ταῦτά φησιν· Ἀλλ' ἐρεῖς ἴσως, ὅτι λίβανον φέρεις· οὐχὶ δῶρα ζητῶ, ἀλλὰ ψυχῆς εὐωδίαν· ἐκεῖνό μοι τὸ ἄρωμα ἡδύ. Οὐ γὰρ σωμάτων ὁ Θεὸς ὀσφραίνεται, οὐδὲ τῆς αἰσθητῆς εὐωδίας, ἀλλὰ τῆς νοερᾶς τῆς κατὰ ψυχὴν, τῆς παντὸς