30
τὰ μέλη. Τὴν εὐαγγελικὴν τοίνυν ὁ προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρα νομίας ὀλοφυρόμενος· διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. Τοιαύτης λύπης συνέχονται οἱ ἅγιοι ἐπὶ τοῖς παρα βεβηκόσιν. Ὠλοφύρετο γὰρ καὶ ὁ Μωϋσῆς, ὅτε ὁ Ἰσραηλίτης λαὸς ἐξέκλινεν ἐκ τοῦ Θεοῦ μοσχοποιήσας, λέγων πρὸς τὸν Θεόν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου τῶν ζώντων. Καὶ πάλιν ὁ Ἀπόστολος ὁρῶν τοὺς Ἰουδαίους ἀλλοτριουμένους τοῦ Εὐαγγελίου, ἔφη· Ηὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. ∆ίκαιος εἶ, Κύ ριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύ νην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. ∆ικαίως ἅπαντα διέπεις, ὦ ∆έσποτα, καὶ τῶν ἀνθρώπων κηδό μενος, καὶ δικαιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀλήθειαν σφόδρα. Ἔστησε γὰρ ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἀποδιδόναι Ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ πειθομέ νοις τῇ ἀδικίᾳ, ἀπειθοῦσι δὲ τῇ ἀληθείᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. ∆ιὰ δὲ τοῦ εἰπεῖν, Ἀλήθειαν σφόδρα, τὴν βεβαιότητα καὶ τὴν ἔκβασιν τοῦ πράγματος ἐδήλωσεν. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν· οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε· τούτῳ πυρπολούμενος ὁ καλ λίνικος Στέφανος, τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξεν. Ἔχει δὲ τοῦ ἀνωτέρω στίχου τὴν ἔννοιαν· ὅπερ γὰρ ἐκεῖ ἔλεγε, ∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ὧδε λέγει, Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Τοιοῦτος ἦν, ὡς ἔφην, ὁ Φινεὲς, ἐκκεντήσας τὸν πορνεύσαντα· Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τοιοῦτος ἦν ὁ θεσπέσιος Παῦ λος, ὅλον ἐν ἑαυτῷ τὸν Χριστὸν περιφέρων· διὸ καὶ ἔλεγε· 55.702 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνέσχετο Τὸ πνεῦμα αὐ τοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πό λιν. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦ λός σου ἠγάπησεν αὐτό. βʹ. ∆όκιμος, φησὶ, καὶ ἀκίβδηλός ἐστιν ὁ σὸς λόγος καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλτρον. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· Τὰ λό για Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Οὐδὲν οὖν τῶν τοῦ Θεοῦ κριμάτων ἀδόκιμον, ἢ νόθον, ἢ κί βδηλον, ἀλλὰ πάντα μώμου παντὸς ἐλεύθερα. Ἐν τῇ καθαρότητι οὖν αὐτῶν, ἀδελφοὶ, τὸν βίον ἡμῶν διευθύνωμεν. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Μικρὸς ἦν ὁ ∆αυῒδ, καὶ ἐλάχιστος ἐν τοῖς υἱοῖς τοῦ πατρὸς αὐτοῦ· ἀλλὰ διὰ τὸν πόθον, ὃν εἶχε πρὸς τὸν Θεὸν, ἐξελέγη, καὶ τὴν βασιλείαν ἔλαβε καὶ χάριν προφητικήν. Οἶδε γὰρ ὁ Θεὸς μισθοὺς ἀποδιδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐν τῷ νῦν αἰῶνι, πλέον δὲ ἐν τῷ μέλλοντι. Ἡνίκα τοίνυν τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ καὶ μεγέθει καὶ κάλλει σώματος κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας, ἤρετο δὲ τὸν