1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρανοῖς· ἀλλ' ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενημένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνελήφθη εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται. Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕτως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι.

ʹ. Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ' εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν ∆εσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. ∆ιὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις 51.106 αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ' ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ' ὀφθαλμούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλθόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ' αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ' ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. ∆ιὰ τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς