1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

31

τοίχους τῆς καινῆς καὶ τῆς παλαιᾶς ∆ιαθήκης συνέχοντα; 7.2.3 Κἂν γὰρ ὑμεῖς μὴ πιστεύσητε, δυνατὸς ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, τουτέστιν ἀθροῖσαι τῷ Χριστῷ λαὸν περιούσιον τὸν ἐξ ἐθνῶν καὶ ἀκρόβυστον, ἐφ' ᾧ καὶ τὴν ἐπαγγελίαν ὁ Ἀβραὰμ ἐδέξατο εἰπόντος αὐτῷ τοῦ Θεοῦ, ὅτι Ἐνευλογισθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Τῇ γὰρ ἀπορρήτῳ προγνώσει βλέπων ὁ Θεὸς τὸ μέλλον τῷ ἀρχηγῷ τῆς πίστεως πάντας τοὺς εἰς ὕστερον πιστεύειν μέλλοντας εἰς τάξιν ἀπεκλήρωσε τέκνων. 7.2.4 Ἐθεώρει γὰρ ἔκτοτε τῶν Ἑβραίων τὴν στάσιν καὶ τοὺς λίθους ἔβλεπε καὶ τοὺς ψευδωνύμους υἱοὺς ἐν τοῖς ἀποκηρύκτοις ἠρίθμει. Ἐπειδὴ δὲ λόγῳ καταγγέλλων αὐτοῖς τὴν ἀλήθειαν οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵν' ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ, ὅτι καὶ Θεὸς ἐτύγχανεν καὶ Θεὸς Ἀβραὰμ πρεσβύτερος. 7.2.5 Ἀκούσατε οὖν, φησίν, ὦ ἀληθῶς τυφλοὶ καὶ ἀνόητοι· Τίς οὗτος, ὁ καὶ συμπαρὼν ὑμῖν καὶ μὴ βλεπόμενος; ἢ τάχα ἐκεῖνος ὁ καὶ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινό μενος; Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ' ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον. 7.3.1 Οὕτως δὲ ἀλόγως καὶ ἀνοήτως τῶν Ἑβραίων ἐχόντων ὁ Κύριος ἡμῶν καὶ Σωτήρ, ὥσπερ τις ἰατρὸς ἐπιμελής τε ὁμοῦ καὶ σοφός, πρὸς τὴν πρώτην πεῖραν οὐκ ἐνδόντος τοῦ πάθους ἄλλον τρόπον τῆς θεραπείας μεταχειρίζεται. Τυφλῷ δὲ βούλεται θεραπεῦσαι τυφλοὺς τὴν διάνοιαν, ὃς ἐκ τοῦ προστυχόντος εὑρέθη, οὐ λώβῃ τινι συμβάσει παθὼν τὴν τυφλότητα, ἀλλὰ πταίσματι φύσεως οὕτως ἐκ γαστρὸς παραχθεὶς εἰς τὸν βίον. 7.3.2 Θεασάμενος δὲ τὸν ἄνθρωπον ἔστη καὶ πρὸς θεραπείαν ἕτοιμος ἦν· θεραπείαν ἀνθρωπικοῦ λόγου καὶ τέχνης κρείττονα. Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ' αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ προαγούσης εἰς φῶς χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν. Οὐ μέντοι γε οὐδὲ τῶν παθῶν πάντων τῶν εἰς ὕστερον συμβαινόντων. 7.3.3 Καὶ τούτου μάρτυρες οἱ ἠκρωτη ριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε. ∆ιόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον τὴν αἰτίαν περιεργάζοντο τῆς κακώσεως καὶ ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας ἢ διὰ πλημμε λήματα τῶν γονέων τοιοῦτος εἰς τὸν βίον παρήχθη. 7.3.4 Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων ὁ παῖς κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος· οὔτε μὴν ἰδίων πλημμελημάτων ἀπέτισε δίκας, εἴγε οὗτος μὲν τυφλὸς ἐγεννήθη. Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως. Ἡ μὲν οὖν πεῦσις οὐ λίαν δόκιμος· ὅπως δὲ ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπε κρίνατο, καταμάθωμεν. 7.3.5 Τὸ γὰρ πάθος τοῦτο, φησίν, ὦ μαθηταί, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ' ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν ὁ τέως κοινὸς νομιζόμενος ἄνθρωπος ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον καὶ ὁ κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται, ὁ δὲ σκλῆρος λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν ῥίψας τοὺς λίθους. 7.3.6 Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος. Γενέσθω πρᾶγμα παράδοξον καὶ κτισθήσωσαν ὄψεις, ἵνα μάθωσιν οἱ στασιάζοντες, ὡς ὁ λεγόμενος υἱὸς τοῦ Ἰωσήφ, εἰ ἦν ἀληθῶς τέκτονος παῖς, δίφρον μὲν ἐδύνατο διαρραγέντα ἐπανορθοῦν, ἢ τὰ ξύλα συνάγειν τῆς ἁρμονίας ἀποζευχθέντα, ἢ τὴν κλασθεῖσαν ὑπερείδειν δοκόν, ἢ λεαίνειν τὸ τραχὺ τῶν σανίδων, ἢ ποιεῖν ὅλως