1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

31

ἐδούλευσέ μοι, εἰς ὑπακοὴν ὠτίου ὑπήκουσέ μοι." Ἀμέλει ∆αυῒδ τοπικῶς τηνικαῦτα τὸν Πατέρα μόνον ἐγνῶσθαι εἰδὼς, ἔψαλλεν· "Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· ἐν δὲ 39.732 τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπιφανέντος δὲ τοῦ Θεοῦ Λόγου καὶ πιστευθέντος, ἡ Νέα ∆ιαθήκη ἤρξατο καὶ αὐτὸν μὲν τρανέστερον κηρύττειν Θεὸν, κατὰ μέρος δὲ, πρὸς τὴν δύναμιν τῶν δεχομένων, ἐχορήγει πάλιν ἡσύχως τὴν περὶ τοῦ ἁγίου Πνεύματος γνῶσιν. Τοῖς γὰρ ἄρτι κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ' αὐτῇ θεωρήμασιν τὴν διάνοιαν ἔχουσιν, δυσπρόσιτός πως εἶναι ἐδόκει ἡ τοιάδε τελεωτάτη πίστις. Καὶ τί δεῖ περὶ τούτου διαπορεῖν, ἔχοντας εἰς ἀπόδειξιν τοὺς περὶ τὸ χάος κάτω νενευκότας, καὶ ἕως τῆς δεῦρο μηδὲ τῇ θεότητι τοῦ Μονογενοῦς πιστεύοντας; Οὐκ ἀμάρτυρα δὲ ταῦτα Παῦλος ποιεῖ, γράφων Κορινθίοις μὲν τὸ πρῶτον· "Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε·" Ἑβραίοις δέ· "Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ." Ἀρκεῖ οὖν ὁ Πατὴρ, λέγων Πνεῦμα εἶναι αὐτὸ ἑαυτοῦ· ἀρκεῖ δὲ καὶ ὁ Υἱὸς, θεσπίσας δι' ἑνὸς μὲν ὀνόματος, τριῶν δὲ ὑποστάσεων ὁμοτίμων, πᾶσαν τὴν οἰκουμένην εἰς ἑνότητα συνάγεσθαι πίστεως. Εἰ γὰρ τοῦ Πατρὸς τὸ ὄνομα Θεός· εὖ δῆλον, ὡς, ὅπερ ἐστὶν ὁ Πατὴρ τοῦτ' ἔστιν Θεὸς, τοῦτο ὑπάρχει ὅ τε Υἱὸς τό τε ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ὅπερ καὶ τὰ σεραφὶμ δηλοῖ, λέγοντα τρίτον, "Ἅγιος," καὶ ἅπαξ, "Κύριος." Καὶ ἑτέρωθι δὲ οὐκ ἄλλο, ἢ τοῦτο διδάσκων, ἔλεγεν ὁ Υἱὸς, περὶ μὲν ἑαυτοῦ τοῖς μὴ πιστεύουσιν αὐτῷ, ὡς Θεῷ ἀληθινῷ· "Ἐγὼ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου ἐλήλυθα τοῦτ' ἔστιν Θεὸς τοιοῦτος, οἷος ἐκεῖνος, καὶ οὐ λαμβάνετέ με ἀντὶ τοῦ, οὐ πιστεύετέ μοι· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·" τὸν Ἀντίχριστον ὑπεμφαίνων. Περὶ δὲ τοῦ ἁγίου 39.733 Πνεύματός φησιν· "Τὸ Πνεῦμα, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου." Καὶ ὃν τρόπον τὴν ἕνωσιν καὶ τὸν σύνδεσμον τῆς ἀκροτάτης καὶ ἀπεριγράφου θεϊκῆς εἰρήνης εἰσάγων εἶπε· "Πνεῦμα Κυρίου ἐπ' ἐμέ·" καὶ, "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·" καὶ, Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων·" καὶ, "Κατέβη," φησὶν, "ἐξ οὐρανοῦ τὸ Πνεῦμα καὶ ἔμεινεν ἐπὶ τὸν Χριστόν·" οὕτως ἐνταῦθα ἓν ὄνομα ἐδήλωσεν, εἰπὼν, ἑαυτὸν μὲν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, τὸ δὲ ἅγιον Πνεῦμα ἐν τῷ ὀνόματι τῷ αὐτοῦ ἐληλυθέναι· καὶ ἀπὸ τοῦ προστάξαι βαπτίζειν "εἰς τὸ ὄνομα," καὶ οὐχὶ "εἰς τὰ ὀνόματα," ὡς ἑνὸς ὀνόματος τῇ Τριάδι ὄντος, τοῦ "Θεὸς," καὶ μιᾶς οὐσίας καὶ δόξης. Καὶ ὁ μὴ ἔχων τὸ Πνεῦμα οὐδὲ τὸν Υἱὸν ἔχει· καὶ ὁ μὴ ἔχων τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει· καὶ ἔστι τὸ πᾶν ὁ τοιοῦτος ἄθεος, ὡς ὁ ἐκ τοῦ ἐναντίου μακαριώτατος. Φασὶν γάρ· Ὄλβιος, ὅστε Θεοῖο σοφῆς ἀπέλαυσεν ἀρωγῆς, Αὐτὸς ἑοῖς στέρνοισι φέρων Θεὸν ἀστυφέλικτον. Τὸ ἓν τοίνυν ὄνομα τοῦτο καὶ ἡ Παλαιὰ ∆ιαθήκη ἐμήνυσεν, ὅτε τῷ Ἰακὼβ συγκαταβὰς ἐπάλαισεν ὁ Θεός. Φησὶν γὰρ, "Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ τοῦτό ἐστιν θαυμαστόν." Ὅπερ ὑμνεῖ ∆αυῒδ, ψάλλων·" Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!" καὶ πάλιν· "Ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου·" ἀφεὶς τὸ λέγειν· Ἐν τῷ Ἰσραὴλ μόνῳ. "Οὐ γάρ ἐστιν ἕτε 39.736 ρον ὄνομα δεδομένον ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σωθῆναι." Καὶ Ζαχαρίας δὲ λέγει· "Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἔσται Κύριος, Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον·" καὶ πάλιν ὁ Ἱεροψάλτης· "Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν εἰς τὸν αἰῶνα, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος; σὺ εἶ μόνος