31
ποιούμενος. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τριῶν προσώπων ἐνταῦθα μνημονευθέντων κατὰ τὸ τοῦ μνημονεύ σαντος βούλημα, ἆρα τὸν Σιλουανὸν ἐν δευτέροις ταχθέντα μετὰ τὸν Παῦλον ἄλλο τι καὶ οὐχὶ ἄνθρωπον ὁ ἀριθμὸς 1.1.203 ἐνεδείξατο; ἢ καὶ ὁ Τιμόθεος ἐν τρίτοις ταχθεὶς εἰς ἑτε ρότητά τινα φύσεως ἐκ τῆς ἀκολουθίας τοῦ μνημονεύσαντος οὕτως ὑπενοήθη; οὐκ ἔστι ταῦτα. ἄνθρωπος γὰρ τούτων ἕκαστος καὶ πρὸ τοῦ ἀριθμοῦ καὶ μετὰ τοῦτο· ὁ δὲ λόγος ἐπειδὴ μιᾷ φωνῇ τοὺς τρεῖς κατὰ ταὐτὸν ἦν ἀδύνατον ἐν δείξασθαι, μέμνηται μὲν διῃρημένως ἑκάστου κατὰ τὴν ἀρέσασαν τάξιν, συνάπτει δὲ τὰ ὀνόματα διὰ τῶν διὰ μέσου συνδέσμων, ὡς ἂν οἶμαι τὴν τῶν τριῶν πρὸς τὸ ἓν σύμ 1.1.204 πνοιαν διὰ τῆς τῶν ὀνομάτων συναφείας ἐνδείξηται. ἀλλ' οὐχ οὕτως ἀρέσκει τῷ καινῷ δογματιστῇ, ἀντινομοθετεῖ δὲ τῇ διατάξει τῆς θείας φωνῆς, καὶ τὸ συντεταγμένον ὑπ' αὐτοῦ τοῦ κυρίου πατρὶ καὶ υἱῷ τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν τάξεως καὶ συναφείας ἀποσχοινίσας ἐν τοῖς ὑποτεταγ μένοις ἠρίθμησε καὶ ἔργον ἑκατέρων εἶναί φησι, τοῦ μὲν πατρὸς ὡς τὴν αἰτίαν τῆς κατασκευῆς ὑποβαλόντος, τοῦ δὲ μονογενοῦς ὡς αὐτουργήσαντος αὐτοῦ τὴν ὑπόστασιν, καὶ ταύτην αἰτίαν εἶναι τῆς ὑποταγῆς διορίζεται, αὐτῆς μήπω τῆς ὑποταγῆς ἐκκαλύψας τὸ σημαινόμενον. 1.1.205 Εἶτά φησι· 20συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων20. τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν εὐσύνοπτος, πολλῷ τῷ γνόφῳ τῆς ἀσα φείας κεκαλυμμένος, ὡς δ' ἄν τις εἰκάσας ὑπονοήσειε, 1.1.206 τοιοῦτός ἐστιν· 20ἐνεργείας οὐσιῶν20 ὀνομάζει τὰς ἀπο τελεστικάς, ὡς οἶμαι, τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δυνάμεις, δι' ὧν ἡ πρώτη οὐσία τὴν δευτέραν εἰργάσατο καὶ ἡ δευτέρα τὴν τρίτην, καὶ 20τὰ ὀνόματα20 τῶν ἀπο τελεσθέντων ἔργων 20προσφυῶς20 συγκατεσκευάσθαι τοῖς ἔρ γοις φησίν. ἀλλὰ τὴν μὲν περὶ τὰ ὀνόματα κακουργίαν ἤδη τε κατὰ τὸ δυνατὸν ἐξητάσαμεν, καὶ ὅταν εἰς ἐκεῖνο τὸ μέρος τῆς ἐξετάσεως ἔλθωμεν, ἐὰν ὁ λόγος ἐπιζητῇ, πάλιν προθήσομεν. 1.1.207 Τέως δὲ νῦν ἄξιόν ἐστι λογίσασθαι, πῶς 20ἕπονται20 ταῖς οὐσίαις αἱ ἐνέργειαι, τί οὖσαι κατὰ τὴν ἰδίαν φύσιν, ἄλλο τι παρὰ τὰς οὐσίας αἷς παρέπονται ἢ μέρος ἐκείνων καὶ τῆς αὐτῆς φύσεως· καὶ εἰ μὲν ἄλλο, πῶς ἢ παρὰ τίνος γενόμεναι, εἰ δὲ τὸ αὐτό, πῶς ἀποτεμνόμεναι καὶ ἀντὶ τοῦ "1συνυπάρχειν"2 αὐταῖς ἔξωθεν 20παρεπόμεναι20. 1.1.208 οὐδὲ γὰρ ἁπλῶς οὕτως ἐκ τῶν εἰρημένων ἔστι μαθεῖν, πότερον ἀνάγκης τινὸς φυσικῆς ἀπροαιρέτως τὴν ἐνέργειαν, ἥτις ποτὲ αὕτη ἐστίν, ἀκολουθεῖν τῇ οὐσίᾳ βιαζομένης, ὡς ἕπεται τῷ πυρὶ ἡ καῦσις καὶ οἱ ἀτμοὶ καὶ αἱ ἀναθυμιά σεις τοῖς ἀφ' ὧν ταῦτα γίνονται σώμασιν-ἀλλ' οὐκ ἂν αὐτὸν οἶμαι τοῦτο εἰπεῖν, ὥστε ποικίλον τι χρῆμα καὶ σύν θετον νομίζειν τοῦ θεοῦ τὴν οὐσίαν, ἀχώριστον ἔχουσαν καὶ συνεπιθεωρουμένην ἑαυτῇ τὴν ἐνέργειαν, ὥς τι συμβε βηκὸς ἐν ὑποκειμένῳ δεικνύμενον-ἀλλὰ προαιρετικῶς καὶ αὐτεξουσίως κινουμένας τὰς οὐσίας τὸ δοκοῦν φησι 1.1.209 καθ' ἑαυτὰς ἀπεργάζεσθαι. καὶ τίς τὸ ἐκ προνοίας ἑκου σίως γινόμενον ὥς τι τῶν ἔξωθεν ἐπακολουθούντων 20ἕπε σθαι20 λέγει; οὐδὲ γὰρ κατὰ τὴν κοινὴν συνήθειαν ἐπὶ τῶν τοιούτων ἔγνωμεν τετριμμένην τὴν λέξιν, ὥστε τὴν ἐνέρ γειαν τοῦ περί τι πονοῦντος ἀκολουθεῖν τῷ πονοῦντι λέγειν· οὐδὲ γὰρ ἔστι δυνατὸν τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα καταλαβεῖν ἐφ' ἑαυτοῦ τὸ λειπόμενον, ἀλλ' ὁ τὴν ἐνέργειαν εἰπὼν τὸ κατ' αὐτὴν κινούμενον τῷ λόγῳ συμπεριέλαβε, καὶ ὁ τοῦ ἐνεργοῦντος μνησθεὶς καὶ τὴν ἐνέργειαν πάντως κατὰ τὸ σιωπώμενον αὐτῷ συνεσήμηνε. 1.1.210 Σαφέστερον δὲ διὰ τῶν ὑποδειγμάτων τὸ λεγόμενον ἔσται. χαλκεύειν τινὰ λέγομεν ἢ τεκταίνεσθαι ἢ ἄλλο τι ἐνεργεῖν τῶν τοιούτων. οὐκοῦν τῇ μιᾷ φωνῇ τήν τε ἐρ γασίαν καὶ τὸν μετιόντα τὴν τέχνην κατὰ ταὐτὸν ὁ λόγος παρέστησεν, ὥστε εἰ χωρισθείη τὸ ἕτερον, μὴ ἂν ὑποστῆναι 1.1.211 τὸ λειπόμενον. εἰ οὖν τὰ δύο μετ' ἀλλήλων νοεῖται, αὐτή τε ἡ ἐνέργεια καὶ ὁ κατ' αὐτὴν κινούμενος, πῶς ἐνταῦθα 20ἕπεσθαι20 λέγεται τῇ οὐσίᾳ τῇ πρώτῃ ἡ τὴν