1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

31

παρανομώτερον, τὸν τῆς δόξης τῆς κενῆς καὶ ματαίας. Τούτων δὲ ἕκαστος καὶ καθ' ἑαυτὸν μὲν πάντα ἀνατρέψαι ἱκανός· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυχὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαῤῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλὰ, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτὸν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάντων ἐκείνων ἐργάσασθαι τὴν ψυχήν. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὑπὲρ τούτων καὶ οἱ τῶν ἔξωθεν λόγοι· τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ' ἑαυτὸ, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κακῶν. Εἰ δὲ κεχωρισμένον ἀκρόπολίς ἐστι καὶ κεφαλὴ, ὅταν τὸ χαλεπώτερον πολλῷ προσλάβῃ καὶ δυνατώτερον, τὴν δοξομανίαν λέγω, καὶ μετ' ἐκείνου φερόμενον ἐμπέσῃ καὶ ῥιζωθῇ καὶ προκαταλάβῃ τὴν τοῦ νέου ψυχὴν, τίς λοιπὸν ταύτην ἀναμοχλεῦσαι τὴν νόσον δυνήσεται, καὶ μάλιστα ὅταν καὶ οἱ πατέρες μὴ μόνον ὅπως διασαλευθείη, ἀλλ' ὅπως καὶ πάγια γένηται τὰ πονηρὰ ταῦτα φυτὰ, καὶ ποιῶσι πάντα καὶ λέγωσι; Τίς οὖν οὕτως ἀνόητος, ὡς μὴ ἀπογνῶναι τῆς σωτηρίας τοῦ τὰ τοιαῦτα παιδευομένου παιδός; Ἀγαπητὸν γὰρ τῶν ἐναντίων 47.358 ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν· ὅταν δὲ πανταχοῦ χρήματα τὰ ἔπαθλα ᾖ, καὶ ἄνδρες ἐναγεῖς εἰς ζῆλον προκείμενοι, ποία σωτηρίας ἐλπίς; Τοὺς γὰρ χρημάτων ἐρῶντας καὶ βασκάνους καὶ κακοήθεις καὶ πολυόρκους καὶ ἐπιόρκους καὶ θρασεῖς καὶ λοιδόρους καὶ κλέπτας καὶ ἀναισχύντους καὶ ἰταμοὺς καὶ ἀγνώμονας καὶ πάντα ἀνάγκη εἶναι τὰ κακά. Καὶ μάρτυς τούτων ἀξιόπιστος ὁ μακάριος Παῦλος, ῥίζαν τῶν ἐν τῷ βίῳ κακῶν τὴν φιλαργυρίαν εἰπών· καὶ πρὸ τούτου δὲ ὁ Χριστὸς αὐτὸ τοῦτο ἐδήλωσεν, ἀποφαινόμενος μὴ εἶναι δυνατὸν τῷ Θεῷ δουλεύειν τὸν ἐκείνῳ τῷ πάθει δουλεύοντα. Ὅταν οὖν ἐξ ἀρχῆς ὁ νέος ἐπὶ ταύτην ἄγηται τὴν δουλείαν, πότε δυνήσεται γενέσθαι ἐλεύθερος, πότε ἀνασχεῖν τοῦ κλυδωνίου, πάντων ὠθούντων, πάντων καταδυόντων, καὶ εἰς πολλὴν τοῦ καταβαπτίζεσθαι καθιστώντων ἀνάγκην αὐτόν; Εἰ γὰρ μηδενὸς ἐνοχλοῦντος, εἰ πολλῶν ὀρεγόντων χεῖρα ἀναστῆναι δυνηθείη καὶ διαβλέψαι καὶ τὴν ἅλμην ἀπονίψασθαι τῆς κακίας, οὐκ ἀγαπητόν; εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείαις ᾠδαῖς ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσήματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις; ∆εινὸν γὰρ συνήθεια, δεινὸν κρατῆσαι καὶ ἑλεῖν ψυχὴν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνη δὲ πρὸς ἣν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύδομεν, πολλοὺς παρέχῃ τοὺς πόνους ἡμῖν. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν παλαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμόνας αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς ποῤῥωτάτω, καθάπερ ἐπὶ μοναστηρίου τινὸς, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχὰς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν. καὶ τραχυτέραν καὶ προσηνεστέραν, καὶ οὐδὲν ὅλως παραλιμπάνων τῶν ὀφειλόντων εἰς τὴν θεραπείαν κατασκευασθῆναι τὴν ἐκείνων. Καὶ οὐδὲ οὕτως διέφυγον τὴν κακίαν, ἀλλὰ μεταξὺ τοῦ μάννα κρόμμυα καὶ σκόροδα καὶ τὰ ἐν Αἰγύπτῳ πάντα ἐζήτουν κακά. Τοσοῦτόν ἐστι συνήθεια κακόν. Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους· σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενός τι χρήσιμον συμβουλεύοντος ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας; Πόθεν; ἀφ' ὧν σὺ παραινεῖς; Ἀλλ' ἐπὶ τἀναντία παρακαλεῖς, φιλοσοφίας μὲν οὔτε ὄναρ μεμνῆσθαι συγχωρῶν, ἄνω δὲ καὶ κάτω τὸν παρόντα βίον καὶ τὰ τούτου στρέφων, μειζόνως κλυδωνίζεσθαι παρασκευάζεις. Ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτοῦ; Μάλιστα μὲν οὐχ ἱκανὸς ἑαυτῷ ὁ