1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

31

προφητῶν γνωρισθῆναι τοῖς Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεόν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι «Εἷς Θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν», οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι. Ὅταν τοίνυν ἀκούσῃς τὸ «εἷς» καὶ «οὐδείς», καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων, ἐπεὶ καὶ ἀλλαχοῦ φησι· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Καὶ ὅτι τοῦτό ἐστιν ἐνταῦθα καὶ οὔτε τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐκβάλλει τῆς γνώσεως, προαποδέδεικται ἐν τοῖς ἀνωτέρω εἰρημένοις, ὅτε τὴν μαρτυρίαν παρηγάγομεν τὴν λέγουσαν· «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πάλιν ὁ Υἱός φησιν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὕτω δὴ καὶ ἐνταῦθα· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» Ὁμοῦ γὰρ ὅτι μετὰ ἀκριβείας αὐτὸν οἶδεν εἶπε καὶ τὴν αἰτίαν τέθεικεν δι' ἣν οἶδε. Τίς δὲ ἡ αἰτία; Τὸ ἐξ αὐτοῦ εἶναι· τοῦ δὲ ἐξ αὐτοῦ εἶναι πάλιν ἀπόδειξις τὸ μετὰ ἀκριβείας αὐτὸν εἰδέναι. ∆ιὰ τοῦτο γὰρ αὐτὸν οἶδε σαφῶς, ἐπειδὴ ἐξ αὐτοῦ ἐστιν, καὶ σημεῖον τοῦ ἐξ αὐτοῦ εἶναι τὸ εἰδέναι αὐτὸν σαφῶς. Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾖ τὸ μέσον. Ἄκουσον γοῦν τί περὶ τῶν ἀγγέλων φησὶν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης. Εἰπὼν γάρ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;» ἐπήγαγεν· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.» Ἀλλ' ὅμως εἰ καὶ βραχὺ τὸ μέσον, ἐπειδὴ ὅλως ἐστί τι μέσον, οὐκ οἴδαμεν μετὰ ἀκριβείας ἀγγέλων οὐσίαν, κἂν μυρία φιλοσοφήσωμεν, εὑρεῖν οὐ δυνάμεθα. Καὶ τί λέγω ἀγγέλων, ὅπου γε οὐδὲ τῆς ψυχῆς τῆς ἡμετέρας τὴν οὐσίαν ἴσμεν καλῶς, μᾶλλον δὲ οὐδὲ ὁπωσοῦν; Εἰ δὲ ἐκεῖνοι φιλονεικοῦσιν εἰδέναι, ἐρώτησον τί ποτέ ἐστι τὴν οὐσίαν ἡ ψυχή· ἆρα ἀήρ, ἢ πνεῦμα, ἢ ἄνεμος, ἢ πῦρ; Ἀλλ' οὐδὲν τούτων ἐροῦσι· ταῦτα γὰρ πάντα σώματα, ἐκείνη δὲ ἀσώματος. Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχάς, τὸν δὲ πάντων ∆εσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας. Καὶ τί ταύτης γένοιτ' ἂν τῆς ἀνοίας χεῖρον; Καὶ τί λέγω τὴν οὐσίαν ὁποία ἐστὶν ἡ ψυχή; Ὅπως ἡμῶν ἐστιν ἐν τῷ σώματι, οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τί γὰρ ἔχοι τις ἂν εἰπεῖν; ὅτι παρεκτείνεται τῷ τοῦ σώματος ὄγκῳ; ἀλλὰ τοῦτο ἄλογον· σωμάτων γὰρ ἴδιον τοῦτο. Ὅτι δὲ ἐπὶ ψυχῆς οὐκ ἔστι τοῦτο ἐντεῦθεν δῆλον· πολλάκις καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκεκομμένων, ὁλόκληρος ἐκείνη μένει, οὐδὲν ἀκρωτηριασθεῖσα ἀπὸ τῆς τοῦ σώματος πηρώσεως. Ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἀλλ' ἐν μέρει τινὶ συνείληπται; Οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ὅτι μέν ἐστιν ἐν τῷ σώματι τῷ ἡμετέρῳ ἴσμεν, τὸ δὲ πῶς ἐστιν οὐκ ἴσμεν. ∆ιὰ γὰρ τοῦτο καὶ τὴν ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν. Ἀλλ' ἵνα μὴ ἀπὸ λογισμῶν τὰ τοιαῦτα κατασκευάζωμεν, φέρε πάλιν ἐπὶ τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. «Οὐχ ὅτι τὸν Πατέρα, φησίν, ἑώρακέ τις εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Καὶ τί τοῦτο; φησίν· οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα. Ἀλλ' ὅτι μὲν αὐτὸν ἡ κτίσις οὐκ οἶδεν ἐδήλωσεν εἰπών· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε» καὶ ὅτι ὁ Υἱὸς αὐτὸν οἶδε, καὶ τοῦτο πάλιν ἐδήλωσε προσθείς· «... εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα»· ὅτι μέντοι ἀκριβῶς αὐτὸν οἶδε, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὐδέπω τοῦτο ἀποδέδεικται. Ἐνδέχεται γάρ, φησί, μήτε τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν