1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

31

Ἰεσσαὶ, εἰ ἐκλέ λοιπε τὰ παιδάρια· τοῦ δὲ εἰρηκότος ὑπολελεῖφθαι μει ράκιον, ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον εἰς βασιλέα, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ προφήτης ἐμνήσθη, καί φησι· καὶ νέον ὄντα με καὶ τοῖς γεγενημένοις εὐτελῆ νομισθέντα σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα ἐποίη σας· οὗ δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ὁ τοῖς ἀνθρω πίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ οὖν τοῦ Θεοῦ δικαιοσύνη καὶ ὁ νόμος ἀλήθεια εἰς τὸν αἰῶνα. ∆ιὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ μακάριος Παῦλος· Τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Θλίψεις καὶ ἀνάγκαι εὕρησάν με. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ παρὰ τῷ Παύλῳ εἰρημένῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης; Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Τοιοῦτοι τῶν ἁγίων οἱ ἀγῶνες καὶ τὰ σκάμματα. Αἱ ἐν τολαί σου μελέτη μου. Ἐκ τῆς γὰρ τούτων διδασκα λίας τὴν ἀνδρείαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυ πηρά. ∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ἀντὶ τοῦ, πρόξενα τῶν αἰωνίων ἀγαθῶν. Συνέτισόν με, καὶ ζήσομαι. Ὑπὸ γάρ σου φωτιζόμενος, τῆς ἀληθοῦς ζωῆς ἀπολαύσω. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπ άκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Κραυγὴν πάλιν τῆς ψυχῆς τὴν προθυμίαν καλεῖ. ∆ιὰ τοῦτο προστέθεικε τὸ, Ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωϋσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη· Τί βοᾷς πρός με; Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν, οὐχὶ τὴν κραυγὴν διὰ στόματος. Ἔφη γὰρ καὶ ὁ θεῖος Παῦλος· Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Ἐκέ κραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. Οἱ οὖν φυλάσσοντες τὰ μαρτύρια τοῦ Θεοῦ, πάντως καὶ σώζονται παρ' αὐτοῦ. Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα. Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυ ζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς· οὕτως ἐπόθει τὸν πεποιηκότα Θεόν· οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοή θειαν. Οὐκ ἔγνω γὰρ καιρὸν ὁ προφήτης τοῦ αἰνεῖν καὶ 55.703 εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ (τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν ἀωρίᾳ), διδάσκων καὶ ἡμᾶς πάντοτε ἐπὶ μνήμης φέρειν τὸν Θεόν. Μνημονευτέον γὰρ Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον, ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Οὐ μόνον δὲ κατὰ τὸν και ρὸν τοῦ γλυκυτάτου ὕπνου, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον τὴν τῶν θείων νόμων πεποίητο μελέτην· ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. Προασφαλίζεται οὖν ἡμᾶς ὁ προφήτης με λετᾷν τὰ λόγια τοῦ Θεοῦ κατὰ τὴν ὥραν τοῦ ὄρθρου. Καὶ ὁ Κύριος ἔφη, Γρηγορεῖτε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Καί τις τῶν προφητῶν ἀποδυρόμενος τοῖς τοιούτοις ἔφη· Ὅλην