1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

31

ὄψεις; Ἀλλὰ τούτων ἕτερα πολλὰ τέρπειν δύναται μᾶλλον. Καὶ γὰρ καὶ τὰ ἄνθη, καὶ ὁ ἀὴρ καθαρὸς ὢν, καὶ ὁ οὐρανὸς, καὶ ὁ ἥλιος πολλῷ μᾶλλον τέρπει. Οὗτος μὲν γὰρ καὶ ἰὸν ἔχει πολὺν, ὅθεν πολλοὶ καὶ μέλανα αὐτὸν εἶναι ἀπεφήναντο· καὶ δῆλον ἀπὸ τῶν ἐκμαγείων τῶν μελαινομένων· ἐν δὲ ἡλίῳ μέλαν οὐδὲν, ἐν οὐρανῷ, ἐν ἄστροις. Πολλὴ ἐν τούτοις τοῖς ἄνθεσιν ἡ ἀπόλαυσις, ἢ ἐν ἐκείνῳ τῷ χρώματι. Οὐ τὸ ἄνθος τοίνυν ἐστὶ τὸ τέρπον, ἀλλ' ἡ πλεονεξία, ἡ ἀδικία· τοῦτο τέρπει τὰς ψυχὰς, οὐχ ὁ ἄργυρος. Ἔκβαλε ταύτην ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ δοκοῦν εἶναι τίμιον ἀτιμότερον· ἔκβαλε τὸ πάθος· ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν· οἱ ὑγιαίνοντες δὲ ὡς χρὴ, οὐδὲ ὕδατος ἐπιθυμοῦσι πολλάκις. Ἔκβαλε τὴν νόσον, καὶ ὄψει τὰ πράγματα ὡς ἔστι. Καὶ ἵνα μάθῃς, ὅτι οὐ ψεύδομαι, πολλοὺς ἔχω δεῖξαι τοῦτο πεποιηκότας. Σβέσον τὸ πῦρ, καὶ ὄψει ὅτι ἀνθέων ταῦτά ἐστιν εὐτελέστερα. Καλὸν τὸ χρυσίον; ἀλλ' εἰς ἐλεημοσύνην καλὸν, εἰς ἐπικουρίαν πενήτων καλὸν, οὐκ εἰς τὴν ἀνόνητον χρῆσιν, ἵνα ἔνδον ἀποκέηται, ἵνα εἰς γῆν κατορύττηται, ἵνα περὶ χεῖρας καὶ πόδας καὶ κεφα 62.539 λὰς περικέηται. ∆ιὰ τοῦτο εὑρέθη, οὐχ ἵνα τὴν εἰκόνα τοῦ Θεοῦ καταδεσμῶμεν τούτῳ, ἀλλ' ἵνα λύωμεν τοὺς δεδεμένους· εἰς τοῦτο κέχρησο τῷ χρυσῷ· λῦσον τὸν δεδεμένον, μὴ δήσῃς τὴν λελυμένην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν οὐδαμινὴν πάντων προτίθης; μὴ γὰρ, ἐπειδὴ χρυσός ἐστιν, οὐκέτι δεσμὸν ποιεῖ; μὴ γὰρ ἡ ὕλη τὸν δεσμὸν ποιεῖ; Ἄν τε χρυσὸς ᾖ, ἄν τε σίδηρος, ταυτόν ἐστι· καίτοι τοῦτο ἐκείνου καὶ βαρύτερον. Ἀλλὰ τί ποιεῖ κοῦφον τὸ πρᾶγμα; Ἡ κενοδοξία, καὶ τὸ παρὰ πάντων ὁρᾶσθαι δεδεμένην, ἐφ' ᾧ ἐχρῆν μᾶλλον αἰσχύνεσθαι. Ὅτι γὰρ τοῦτο ἀληθές ἐστι, κατάδησον, καὶ ἄφες ἐν ἐρημίᾳ, ἔνθα οὐδεὶς ὁ θεωρῶν, καὶ βαρύνεται τὸν δεσμὸν καὶ ἐπαχθῆ νομίζει. Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Τί ἤδη τοῦτο σαυτῇ ποιεῖς, γύναι; οὐδεὶς δεσμώτης χεῖρας καὶ πόδας δέδεται. Τί καὶ τὴν κεφαλὴν δεσμεῖς; οὐ γὰρ ἀρκεῖ χεῖρας καὶ 62.540 πόδας; τί καὶ τὸν τράχηλον μυρίοις δεσμοῖς περιβάλλεις; Τὴν γὰρ ἀπὸ τούτων φροντίδα παρίημι, τὸ δέος, τὴν ἀγωνίαν, τὴν μάχην τὴν ὑπὲρ αὐτῶν πρὸς τὸν ἄνδρα, εἴ ποτε αὐτῶν δεηθείη, τὸν θάνατον ὃν ὑπομένουσιν, εἴ ποτε ἐκπέσοι τι τούτων. Ταῦτα οὖν ἡδονὴ, εἰπέ μοι; Ἵνα ἕτερος τέρπῃ τὰς ὄψεις, σαυτὴν καὶ δεσμοῖς καὶ φροντίσι καὶ κινδύνοις καὶ ἀηδίαις καὶ μάχαις καθημεριναῖς ὑποβάλλεις; ἆρ' οὐ πάσης κατηγορίας καὶ καταγνώσεως ἄξιον τοῦτο; Μὴ, παρακαλῶ, μὴ ταῦτα ποιῶμεν, ἀλλὰ λύωμεν πάντα σύνδεσμον ἀδικίας, διαθρύπτωμεν πεινῶντι τὸν ἄρτον· πάντα τὰ ἄλλα πράττωμεν, ἃ τὴν πρὸς τὸν Θεὸν ἡμῖν παῤῥησίαν προξενῆσαι δύναται, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ηʹ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους

χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει

γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. αʹ. Ὅταν προσεύχησθε, φησὶν ὁ Χριστὸς, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι,