31
ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός. Μηδεὶς οὖν παρέστω βέβηλος, μηδὲ ἐναγήςμυστικῶν γὰρ μέλλομεν κατατολμᾷν διηγημάτων, μηδεὶς ἀκάθαρτος καὶ τῆς ἀκροάσεως ταύτης ἀνάξιος· μᾶλλον δὲ καὶ βέβηλος καὶ ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ τὴν πονηρίαν ἀποθέμενος ἔξω πᾶσαν, οὕτως εἰσίτω. Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου πατήρ, οὐκ ἐπειδὴ εἶχεν ἱμάτια ῥυπαρά, ἀλλ' ἐπειδὴ ἔχων αὐτὰ οὕτως εἰσῄει. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτόν· ∆ιὰ τί οὐκ ἔχεις ἔνδυμα γάμου; ἀλλά· ∆ιὰ τί οὐκ ἔχων ἔνδυμα γάμου οὕτως εἰσῆλθες; Ἐπὶ τῶν τριόδων, φησίν, εἱστήκεις ἐπαιτῶν καὶ οὐκ ἐπῃσχύνθην σου τὴν πενίαν, οὐκ ἐβδελυξάμην σου τὴν ῥυπαρίαν, ἀλλὰ πάσης ἐκείνης ἀπαλλάξας σε τῆς εὐτελείας, εἰσήγαγον εἰς τὸν νυμφῶνα τὸν ἱερὸν καὶ δείπνων ἠξίωσα βασιλικῶν καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἤγαγον τὸν ἐσχάτης ὄντα κολάσεως ἄξιον· σὺ δὲ οὐδὲ ταῖς εὐεργεσίαις ἐγένου βελτίων, ἀλλ' ἐπὶ τῆς συνήθους ἔμεινας κακίας, ὑβρίσας μὲν εἰς τοὺς γάμους, ὑβρίσας δὲ εἰς τὸν νυμφῶνα. Ἄπιθι τοίνυν λοιπὸν καὶ δίδου τὴν ὀφειλομένην τῆς τοιαύτης ἀναισθησίας τιμωρίαν. Σκοπείτω τοίνυν καὶ ἡμῶν ἕκαστος, μή πως ταύτην ἀκούσῃ τὴν φωνὴν καί, πάντα λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς διδασκαλίας ἀνάξιον, οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης. "Καὶ ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Πῶς εἶδεν, οὐκ οἶδα· ὅτι μὲν γὰρ εἶδεν, εἶπεν, τὸ δὲ πῶς ἐσιώπησεν· δέχομαι τὰ εἰρημένα, οὐ πολυπραγμονῶ τὰ σεσιγημένα· κατανοῶ τὰ ἀποκαλυφθέντα, οὐ περιεργάζομαι τὰ συγκεκαλυμμένα· διὰ τοῦτο γὰρ συγκεκάλυπται. Πέπλος χρυσοῦς ἐστι τῶν Γραφῶν ἡ διήγησις, ὁ στήμων χρυσός, ἡ κρόκη χρυσός. Οὐ παρυφαίνω τῶν ἀραχνῶν τὰ ὑφάσματα, τῶν ἐμῶν λογισμῶν τὴν ἀσθένειαν. "Μὴ μέταιρε ὅρια, φησίν, ἃ ἔθεντο οἱ πατέρες σου." Ὅρια κινεῖν οὐκ ἀσφαλές· καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν; Βούλει μαθεῖν πῶς εἶδε τὸν Θεόν; Γενοῦ καὶ αὐτὸς προφήτης. Καὶ πῶς δυνατὸν τοῦτο, φησίν, γυναῖκα ἔχοντα καὶ παιδοτροφίας ἐπιμελούμενον; ∆υνατὸν μέν, ἐὰν ἐθέλῃς, ἀγαπητέ. Καὶ γὰρ καὶ αὐτὸς γυναῖκα εἶχεν καὶ παίδων δύο πατὴρ ἦν, ἀλλ' οὐδὲν τούτων ἐκώλυσεν. Οὐ γάρ ἐστι κώλυμα τῆς πρὸς τὸν οὐρανὸν ἀποδημίας ὁ γάμος· ἐπεὶ εἰ κώλυμα ἦν καὶ ἐπιβουλεύειν ἡμῖν ἔμελλεν ἡ γυνή, οὐκ ἂν αὐτὴν ἐξ ἀρχῆς ποιῶν ὁ Θεὸς ἐκάλεσε βοηθόν. Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι τὸ καθῆσθαι τὸν Θεόν· οὐ γὰρ δὴ κάθηται ὁ Θεός· σωμάτων γὰρ ὁ σχηματισμός· τὸ δὲ θεῖον ἀσώματον. 6.2 Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι θρόνος Θεοῦ· οὐ γὰρ δὴ θρόνῳ ὁ Θεὸς ἐμπεριείληπται· ἀπερίγραπτον γὰρ τὸ θεῖον· ἀλλὰ δέδοικα μὴ τῇ περὶ τούτων ἐνδιατρίβων διδασκαλίᾳ, παρελκύσω τὸ ὄφλημα. Καὶ γὰρ πάντας ὁρῶ πρὸς τὰ Σεραφὶμ κεχηνότας, οὐχὶ τήμερον μόνον, ἀλλὰ καὶ ἐκ πρώτης ἡμέρας· διόπερ, καθάπερ πλῆθος ἀνθρώπων, πολλῇ τῇ ῥύμῃ διακόπτων ὁ λόγος τῶν ἁπαντώντων νοημάτων τὸ πλῆθος, πρὸς ἐκείνην ἐπείγεται τὴν ἐξήγησιν. "Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ", φησίν. Ἰδοὺ τὰ Σεραφίμ, ἃ πάλαι ἐπεθυμεῖτε πάντες ἰδεῖν. Θεάσασθε τοίνυν καὶ τὴν ἐπιθυμίαν ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται· ἐκεῖ μὲν γὰρ εἰκότως τοῦτο αὐτὸ συμβαίνει. Οὐ γὰρ ἀναμένουσιν οἱ δορυφόροι τῶν ὁρώντων τὰς ὄψεις, ἀλλὰ πρὶν ἢ πάντα ὀφθῆναι καλῶς, ἀναγκάζουσι παρατρέχειν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ἵστησιν ὑμῖν ὁ λόγος τὴν θεωρίαν, ἕως οὗ πάντα ἐπέλθητε, ὅσα δυνατὸν ἐπελθεῖν. "Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ." Πρὸ τοῦ τῆς φύσεως ἀξιώματος ἐδίδαξεν ἡμᾶς τὸ ἀπὸ τῆς ἐγγύτητος τῆς κατὰ τὸν τόπον ἀξίωμα. Οὐ γὰρ εἶπε πρῶτον τίνα [ἦν] τὰ Σεραφίμ, ἀλλ' εἶπεν ἔνθα