1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

32

ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα· 7.3.7 ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμόν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν. 7.4.1 Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται ἐν μικρᾷ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον καὶ ποικίλαις διήνθισται ταῖς χρόαις. 7.4.2 Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ δι' ὅλου μονοειδῆ, ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην· τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτης ἔξωθεν τὸ λευκὸν περιβέβληται, στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ' ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ. 7.4.3 Τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστὶ διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς τῶν προσδιαλεγομένων ἐντυποῦσθαι τοὺς χαρακτῆρας, διὸ δὴ καὶ τὸ μεσαίτατον αὐτοῦ τοῦ κύκλου, τὸ κέντρον, προσηγορεύεται κόρη, ἀεὶ τὴν μορφὴν τῷ καταντικρὺ βλέποντι δεικνύον ἀνθρωπικήν. 7.4.4 Ὡς γὰρ οὐκ ἔστι τὸν ὁρῶντα εἰς κάτοπτρον μὴ εὐθὺς ἐνσκιάσαι τῇ ὕλῃ τὸν ἴδιον χαρακτῆρα, οὕτω τὸν ἀντιπρόσωπον ἑστῶτα τοῦ ἀνθρώπου μὴ ἐγγράψαι τῷ ὀφθαλμῷ τὴν οἰκείαν μορφήν. Εἰς ἀλλήλους γοῦν ἄνθρωποι βλέποντες ἀλλήλων γίνονται κάτοπτρα. 7.5.1 Θαύματος τοίνυν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός. Οὗτος γάρ μοι καὶ Θεὸν ἑρμηνεύει πᾶσαν ἀκριβῶς καταμανθάνων τὴν κτίσιν κἀκ τῆς ἐνεργείας ὑποδεικνὺς τὸν τεχνίτην· οὗτος ἐκ τῶν ὁρατῶν ἑρμη νεύει τῇ ψυχῇ τὰ ἀόρατα· διὰ τούτου ἔχω γνῶσιν ἡλίου καὶ οὐρανοῦ κόσμον ἔμαθον καὶ κάλλος ἀστέρων ἱστόρησα καὶ γῆς ὑπόστασιν καὶ φύσιν θαλάσσης, σπερμάτων διαφορὰν καὶ φυτῶν ποικιλίαν καὶ χρω μάτων ποικίλην βαφήν, σκότους κατήφειαν καὶ φωτὸς λαμπήδονα καὶ πάντα ἁπλῶς ὅσα ὁ Θεὸς κτίσας ἐπῄνεσεν. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σοφίαν καὶ δύναμιν τοῦ Θεοῦ σωζομένην. 7.5.2 ∆ιὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ 7.5.2 καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα τῇ μεγαλουργίᾳ τῶν γινομένων ἐκβάλλοντες τῆς ψυχῆς πᾶσαν ὑπόληψιν μικροπρεπῆ καὶ χαμαίζηλον· γνωρίσωμεν δέ, ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα. 7.5.3 Αὐτουργεῖ δὲ διόλου τὴν θεραπείαν ὁ Κύριος καὶ οὐ λόγῳ μόνῳ χρῆται πρὸς τὴν ἐνέργειαν ὁ προστάγματι τὴν πᾶσαν ὑποστησάμενος διακόσμησιν, ὁ δύο λόγοις βραχέσι τὸν παραλυτικὸν θεραπεύσας· ἀλλὰ καὶ στόματι καὶ χερσὶ καὶ ἄλλῃ πολλῇ προνοίᾳ θεραπεύει νῦν τὴν τυφλότητα, ἵνα βεβαίαν διὰ τῶν πραγμάτων ἐμποιήσῃ τοῖς ἀπίστοις τὴν πίστιν. 7.5.4 Πτύει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ σιάλῳ πῆλον ἐργάζεται, τῇ μὲν γῇ διὰ τοῦτο πρὸς τὴν θεραπείαν συγ χρώμενος, ἵνα δείξῃ ὡς ἐξ ἐκείνου τοῦ χοῦ, ὅθεν ἐν ἀρχῇ ὁλόκληρον ἐπλάσθη τὸ ζῷον, καὶ τὸ λεῖπον ἀρτίως μέρος δημιουργεῖται. Σιάλῳ δὲ τοῦτο ἀναλαμβάνει καὶ συνέχει τὸν ἐσκεδασμένον καὶ ἀκόλλητον, ἵνα φανερῶς ἡμῖν δείξῃ, ὅτι τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος τὰ πάντα κατώρθωσε. Τῷ λόγῳ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. 7.6.1 Τάχα δὲ καὶ διὰ τοῦτο