1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

32

Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Εἰ γὰρ μιᾷ τις ἀφορίσῃ ὑποστάσει τὸ, "Ὁ Θεὸς," καὶ τὸ, "Κύριος," καὶ "Μόνος Ὕψιστος," ἐκβάλλει τὴν ἑτέραν. Καὶ ἀπὸ τῆς φυσικῆς δὲ ἡμῶν κινήσεως καὶ τῆς συνηθείας ἔστι τούτῳ ἐπιστῆναι. Εὐχόμενοι γὰρ, εἴτε εἴπωμεν, "Κύριε, ἐλέησον," εἴτε, "Ὁ Θεὸς, βοήθησον," εἴτε τὰ συναμφότερα, οὐ διαμαρτάνομεν τοῦ σκοποῦ· συμπεριλαμβάνομεν γὰρ τὴν ἐν μιᾷ θεότητι ἁγίαν Τριάδα. Ἢ οὖν μὴ ἀγράφῳ διαστροφῇ, τὰς προκειμένας μεγαλοφυεῖς περὶ τοῦ Πνεύματος τοῦ Θεοῦ ἐγγράφους, καὶ ἀναμφιβόλους ἀποδείξεις ἀκυροῦν βιαζέσθωσαν, ἢ λεγέτωσαν καὶ αὐτοὶ, πῶς τὸν Υἱὸν παραπλησίως ἡμῶν καλοῦσι Θεὸν καὶ ἀγαθὸν, τῶν Γραφῶν λεγουσῶν· "Εἷς ὁ Θεός·" καὶ. "Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·" ἢ πῶς τὸν Πατέρα λέγουσιν ἅγιον καὶ Κύριον, ἀκούοντες· "Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός·" καὶ πάλιν· "Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν."

ΚΕΦ. Κ. ∆ιορίζει δὴ οὖν ἡμᾶς ὁ τὴν οἰκονομίαν πιστευθεὶς Ἀπόστολος, καὶ

τοὺς μὲν πνευματικοὺς καλεῖ, τοὺς δὲ ψυχικοὺς, τοὺς δὲ σαρκικοὺς, ἢ χοϊκοὺς, ἀπὸ τοῦ πλείονος καὶ ἐπικρατοῦντος ἑκάστοις τὰς τοιάσδε 39.737 προσηγορίας ἁρμόσας. Καὶ γὰρ ψυχὴν μὲν, ἣν καὶ πνεῦμά φαμεν, ἔτι δὲ καὶ τὸ διὰ τοῦ στόματος ἀναπνεόμενον ἀνύπαρκτον πνεῦμα, ὃ καὶ ἆσθμα καλοῦμεν, πᾶς ἄνθρωπος ἔχει· τὸ δὲ ἅγιον Πνεῦμα τοῦ Θεοῦ οὐ πᾶς ὁστισοῦν καταπεπλούτηκεν. "Πνευματικοὺς" τοίνυν προσαγορεύει τοὺς ἐμπρεπέσιν ἐνθυμήσεσιν καὶ πράξεσιν οἱονείπως ἀναθρώσκοντας, καὶ τῆς ἑαυτῶν φύσεως ἀνωτέρω χωροῦντας, καὶ τὰς μὲν αἱρετικὰς θεοστυγεῖς νοήσεις ἀποσκευαζομένους, τὸ δὲ ἀνυμνεῖν τὸ ἅγιον Πνεῦμα Θεὸν περιπτυσσομένους, καὶ ἑαυτοὺς διὰ τούτων ἀξίους τῆς ἐπιφοιτήσεως αὐτοῦ ἀποφαίνοντας. Οὗτοι γὰρ μόνοι ἔχουσίν τε αὐτὸ καταμένον παρ' αὐτοῖς, ἅμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ θείῳ αὐτοῦ φωτὶ καταλάμπονται, καὶ πνευματικοὶ ἀποτελοῦνται, ἐξομοιούμενοι κατὰ δύναμιν οἱ φωτιζόμενοι τῷ φωτίζοντι, καὶ μεταλαμβάνοντες ὡς τοῦ φωτὸς, οὕτω καὶ τοῦ ὀνόματος, καὶ εἰσδεχόμενοι ἐν ἑαυτοῖς ῥέουσαν ἀνεμποδίστως τῆς θείας χάριτος τὴν μετάδοσιν· εἶτα λοιπὸν καὶ τῷ πτερῷ αὐτοῦ, τῷ κατελθόντι σωματικῷ εἴδει. περιστερᾶς ἀνίπτανται τὴν καρδίαν, καὶ τὴν διαβολικὴν ἐκφεύγοντες παγίδα, ἐῤῥῶσθαί τε πρὸς τὰ ἄστατα καὶ ἀβέβαια τοῦ βίου φράζοντες, τὴν μὲν μεγαλοπρέπειαν αὐτοῦ θεωροῦσιν ὑπεράνω πάντων τῶν οὐρανῶν ἐπηρμένην, καὶ ὑπὸ τῶν ἄνω δυνάμεων δοξαζομένην καὶ προσκυνουμένην σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· καὶ ὅσῳπερ ἂν ἀγόμενοι πρὸς τὸν ἐκείνου πόθον, ἐγγυτέρω αὐτοῦ τῇ προθέσει γίνονται, τόσῳ δὴ μᾶλλον αὐτοῦ τὸ ἀκατάληπτον τῆς θεότητος νοοῦσιν, ὡς ἅπαξ τῆς ἔνδοθεν ὄψεως τὸ ὄμμα καθαρὸν κεκτημένοι ἀπὸ πάντων τῶν ἐπιπροσθούντων· καὶ ὃν ἰδεῖν οὕτως, ὡς ἔστιν, καὶ χωρῆσαι ὅλον, διὰ τὴν τῆς φύσεως ἡμῶν πολλὴν ὕφεσιν, οὐ δύνανται, τοῦτον, ὡς ἐγχωρεῖ, ὁρῶσιν καὶ ὑποδέχονται διὰ τὴν ἔφεσιν. Κατανοοῦντες τέως, οἷα δ' ἄν τις μεγάλα εἴπῃ περὶ αὐτοῦ, τῆς ἀκριβοῦς ἀληθείας ἀφέστηκεν, οὐχ ὅσον οὐρανός ἐστιν ἀπὸ γῆς μόνον, ἀλλ' ἔτι πολλῷ πλέον, κράζουσιν μετὰ τοῦ Ἱεροψάλτου· "Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης," οὐχὶ τῷ φεύγειν τὴν Θεῷ φίλην ἀλήθειαν, ἀλλὰ τῷ μηδὲν ἄξιον δύνασθαι νοῆσαι, ἢ φράσαι περὶ τῆς θεότητος τοῦ ἁγίου Πνεύματος· οὐ περὶ μεγέθους, ἢ φωτός· πάντα γὰρ ἔχει ὑφ' ἑαυτὸ, καὶ φωτίζει, καὶ ἔστιν ἐν πᾶσιν· οὐ περὶ δυνάμεως· πάντα γὰρ ὑπ' αὐτοῦ ἐστήρικται καὶ ζωογονεῖται· οὐ περὶ σχήματος, ἢ ποιότητος· ἀόρατος γὰρ καὶ ἀκατάληπτος, ὡς πνοὴ Παντοκράτορος εἰ γὰρ ὁ 39.740 παντοκράτωρ Πατὴρ ἀσχημάτιστος καὶ ἀόρατος, καθὸ καὶ ὑπερασώματος καὶ ὑπὲρ πᾶσαν νόησιν ἀναβεβηκὼς, δῆλον, ὅτι καὶ τὸ ἐξ αὐτοῦ ἐκπορευόμενον ζωογόνον Πνεῦμα· οὐ περὶ ἀγαθότητος, ἢ ἀϊδιότητος, ἢ δόξης θεϊκῆς· Πνεῦμα γάρ ἐστιν ἅγιον, ἐξ ἁγίου Θεοῦ Πατρὸς ἐκφανθέν. ∆ιαλέγεται οὖν