1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

32

Υἱόν, ἀλλ' ἐκείνης μὲν σαφέστερον, τὴν μέντοι ἀκριβῆ κατάληψιν μηδὲ τοῦτον ἔχειν. Ὅτι μὲν γὰρ αὐτὸν ὁρᾷ ὅπερ ἐστὶ καὶ γινώσκει εἶπεν, ὅτι δὲ ἀκριβῶς αὐτὸν γινώσκει, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὔπω τοῦτο ἐδήλωσε. Βούλεσθε οὖν καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστωσώμεθα, καὶ ἀπ' αὐτῆς τῆς τοῦ Χριστοῦ φωνῆς; Οὐκοῦν ἀκούσωμεν τί φησι πρὸς τοὺς Ἰουδαίους· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Τί ταύτης ἀκριβέστερον βούλει τῆς γνώσεως λοιπόν; Ἐρώτησον τὸν ἀντιλέγοντα· οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατήρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱόν, ἀλλ' ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις; Ναί, φησίν. Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι καὶ ὁ Υἱὸς οὕτως αὐτὸν οἶδεν ὡς αὐτὸς τὸν Υἱόν, μηδὲν ἔτι ζήτει πλέον, οὕτω μετὰ ἀκριβείας τῆς γνώσεως ἐξισαζούσης. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ ἐμφαίνων ἔλεγεν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἀποκαλύπτει δέ, οὐχ ὅσον αὐτὸς οἶδεν, ἀλλ' ὅσον ἡμεῖς χωροῦμεν. Εἰ γὰρ ὁ Παῦλος τοῦτο ποιεῖ, πολλῷ μᾶλλον ὁ Χριστός· καὶ γὰρ ἐκεῖνός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἀλλὰ Κορινθίοις τοῦτο, φησίν, ἔλεγε μόνον. Τί οὖν, ἂν δείξωμεν εἰδότα καὶ ἕτερά τινα, ἃ μηδεὶς ἀνθρώπων ἔμαθεν ἤδη, καὶ ἀπῆλθε μόνος αὐτὰ τῶν πάντων ἀνθρώπων εἰδώς; Καὶ ποῦ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· οὗτος γάρ ἐστιν ὁ λέγων ὅτι «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἀλλ' ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν. Αὐτὸς γὰρ ὁ ταῦτα εἰπὼν κἀκεῖνα εἴρηκεν ὅτι «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν» καί· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην» καί· «Ἄρτι βλέπω δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Ὥστε ἐκ τούτων ἡμῖν ἅπασα αὐτῶν ἡ σκαιωρία διελήλεγκται· ὅταν γὰρ αὐτὴ ἡ οὐσία ἀγνοῆται, οὐχ ὅτι ἔστιν, ἀλλὰ τί ἐστιν, ἐσχάτης ἂν εἴη μανίας καὶ ὄνομα αὐτῇ τιθέναι. Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ' ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ ∆εσπότου οὐσίᾳ. Εἰ γὰρ ὁ Παῦλος ταῖς ἄνω δυνάμεσιν οὐκ ἐτόλμησεν ὀνόματα ἐπιτιθέναι, ἀλλ' εἰπὼν ὅτι «Ἐκάθισε τὸν Χριστὸν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ διδάξας ἡμᾶς ὅτι ἔστι τινὰ ὀνόματα τῶν δυνάμεων ἃ τότε εἰσόμεθα, οὐκ ἐθάρρησεν ἕτερα αὐτὸς ἀντ' ἐκείνων θεῖναι, οὐδὲ αὐτὰ ἐκεῖνα περιεργάσασθαι. Τίνος ἂν εἶεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ ∆εσπότου οὐσίας ταῦτα τολμῶντες; Ὅταν δὲ καὶ αὐτὴ ἡ οὐσία ἀγνοῆται, καθάπερ τοὺς παραπαίοντας αὐτοὺς ἀποστρέφεσθαι χρή. Ὅτι μὲν γὰρ ἀγέννητός ἐστιν ὁ Θεὸς δῆλον· ὅτι δὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ᾐνίξατο, οὐδεὶς εὐαγγελιστής. Καὶ μάλα εἰκότως· οἱ γὰρ αὐτὴν τὴν οὐσίαν ἀγνοοῦντες, πῶς ὄνομα αὐτῆς λέγειν ἤμελλον; Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν; Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι καὶ ἑνὶ ὀνόματι περιλαβεῖν. Καὶ τί λέγω θείας οὐσίας, ὅπου γε περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ' ἀμυδράν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον; Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Οὐκ οἶδας οὖν ὃ σέβεις; φησί. Μάλιστα μὲν οὐδὲ ἀποκρίνασθαι πρὸς τοῦτο ἔδει, τοσαύτης ἀποδείξεως ἐκ τῶν Γραφῶν γεγενημένης ὅτι ἀδύνατον εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός· ἐπειδὴ δὲ οὐ πρὸς ἔχθραν φθεγγόμεθα, ἀλλ' ὥστε