1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

32

ταμείοις τοῖς βασιλικοῖς εἰσηνέχθη· καὶ διὰ τοῦτο πρὸς οὐδὲν χρήσιμον, καίτοι καὶ τύπον ἔχον βασιλικὸν, καὶ γράμματα, τῆς ὕλης αὐτῷ διεφθαρμένης. Οὕτω καὶ οὗτοι μόρφωσιν ἔχουσιν εὐσεβείας, τὴν δὲ ἀλήθειαν ἤρνηνται.

ΚΕΦΑΛ. Ζʹ.

Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία. Καὶ μὴν εἰ ἀδιόρθωτα πταίουσι, καὶ ἀνίατα νοσοῦσι, καὶ οὐδεμία ἔσται παραμυθία τῶν δεινῶν, τίνος ἕνεκεν πάλιν πέμπει τὸν ἰατρὸν, οὐδὲν ἕτερον ἢ τὴν τιμωρίαν αὐτοῖς αὔξοντα, καὶ πᾶσαν ἀναιροῦντα συγγνώμην; Ὁ γὰρ πολλάκις ἀκούσας, καὶ ἀδιόρ 64.833 θωτος μείνας, τὸ συνεχὲς τῆς συμβουλῆς καὶ τῆς παραινέσεως κατήγορον ἔχει μέγιστον. ∆ιορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν. Τουτέστι τὰς πράξεις ὑμῶν, καὶ ἃ ἐποιήσατε τῆς εἰδωλολατρίας ἕνεκεν. Τοῦτο γὰρ μηνύει τὰ ἐπιτηδεύματα. Ταῦτα δέ φησι ἐπὶ τῶν προφητῶν μηνυόντων τὴν αἰχμαλωσίαν. Τινὲς δὲ τῶν ψευδοπροφητῶν θαῤῥεῖν αὐτοῖς ἐκέλευον φάσκοντες, ὡς Οὐδὲν πείσεσθε δεινόν. Εἰ γὰρ καὶ ὀργίζεται Θεὸς δι' ὑμᾶς, ἀλλ' οὐκ ἂν ἕλοιτο τὸν ναὸν προδοῦναι τοῖς ἐχθροῖς ταύτης ἕνεκα τῆς αἰτίας, καὶ εἰς τὴν πύλην στῆναι τῷ προφήτῃ προσέταξε, καὶ λέγειν ταῦτα. Προϊὼν γοῦν φησι· Μὴ πεποίθατε ἐφ' ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· Ναὸς Κυρίου, Ναὸς Κυρίου ἐστίν. Φοβερῶς αὐτὸ εἶπεν· εἰπὼν γὰρ, ὅτι Μοιχεύετε εἰδωλολατροῦντες, καὶ ὅλως καταλέξας τὰ κακὰ, καὶ ὅτι μετὰ ταῦτα εἰς τὸν ναὸν εἰσῄεσαν, φησί· Μὴ σπήλαιον. Τοῦτο γὰρ αὐτοῖς μέγιστον ἐδόκει εἶναι. Εἰ γὰρ καὶ ᾤκουν αὐτὴν, ἀλλ' ὅμως τῇ ἀποφάσει τοῦ Θεοῦ ἐκβεβλημένοι λοιπὸν ἐτύγχανον. Μεγάλως αὐτοὺς ἔβλαπτεν αὕτη ἡ ὑπόληψις· καθάπερ γὰρ ὁ Χριστὸς λέγει αὐτοῖς, μᾶλλον δὲ ὁ Ἰωάννης· Μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὕτω δὴ καὶ ἐνταῦθα, Μὴ εἴπῃς· Ναὸς Κυρίου ἐστίν. Εἰ μὲν γὰρ οἴκου χρείαν εἶχεν αὐτὸς, εἰκότως ταῦτα νομίζετε, ὅτι οὐκ ἂν κατέστρεψα τὸν οἶκον. Εἰ δὲ οὐδεὶς ἐμοὶ τόπος, ἀλλ' ἀχώρητός εἰμι πᾶσιν· εἰ δὲ Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· μᾶλλον δὲ οὐδὲ ταῦτα οὕτως ἔχει· τῇ γὰρ χειρί μου ἐστερέωσα τὸν οὐρανόν· ποῖον οἶκον οἰκοδομήσετέ μοι; Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν. Ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε. Οἷς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, λέγεις καὶ πάλιν, Ἐὰν διορθώσητε; ἀλλ' ἔθος τοῖς ὀργιζομένοις τοῦτο λέγειν, Οὗτος ὁ παῖς ἐλπίδας οὐκ ἔχει· ἀδύνατον τοῦτον εὐχρηστῆσαι· ὅμως πείθομεν αὐτὸν τοῦτον εὐχρηστῆσαι, καὶ πάντα ποιοῦμεν, καὶ παραινοῦμεν αὐτῷ. Τὸ μὲν γάρ ἐστι τοῦ θυμοῦ, καὶ τῆς ὀργῆς, τὸ δὲ τῆς κηδεμονίας, καὶ τῆς παραινέσεως. Ὥστε μηδὲν ἀπ' ἐκείνων βλαβεὶς, μὴ νομίσῃς φυσικὴν εἶναι τὴν κακίαν. Ἵνα γὰρ μὴ τοῦτο λέγῃς ἐπάγει, Ἐὰν διορθώσητε τὰς ὁδούς. Καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίου αὐτοῦ. Τουτέστι, μὴ ἀδικίᾳ κρίνειν. Τί λέγει; μὴ γὰρ ἀλλογενεῖς εἰσιν οἱ πρὸς ἀλλήλους διαλεγόμενοι; μὴ γὰρ ἑτέρου γένους; πλησίον ἐστίν; ἀδικεῖς σαυτόν· τούτου προΐστασαι, ἵνα τὸν ἀδελφὸν ἀδικήσῃς, ἵνα τὸ μέλος διαφθείρῃς; εἰ καὶ μηδὲν ἕτερον, σὲ παρακαλείτω, ὅτι ἀδελφὸς μετὰ ἀδελφοῦ δικάζεται. Καὶ προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ καταδυναστεύσητε. 64.836 Ἆρα γὰρ ἐπιταγμάτων εἰς ταῦτα χρεία ἦν; ἆρα γὰρ ἡ φύσις οὐκ ἀρκεῖ παιδεῦσαι τοῦτο; Οὐχ ὁρᾶτε τὰ ὀνόματα ἐλεεινά; Τίς οὕτω προπετεύεται ὡς πρὸς ξένον ὠμὸς εἶναι; τίς οὕτω λίθινος ὡς τὴν γυναῖκα τὴν ἔρημον ἀνδρὸς μὴ ἐλεεῖν; τίς οὕτως ἀπάνθρωπος ὡς τὸν ἀπεστερημένον πατρὸς μὴ οἰκτείρειν; Οὐ γὰρ λέγω, Ἐλέησον, φησί· ἀλλὰ μὴ καταδυναστεύσῃς. Μὴ γὰρ οὐκ ἠδυνάμην κωλῦσαι· ἀλλὰ